1

 2

 3

 4

 5

 6

6

ΙΑʹ. Τοῦτο τῆς Ἰεφθάε θυσίας ἀσφαλέστερον, καὶ 35.932 μεγαλοπρεπέστερον. Οὐ γὰρ ἀναγκαίαν ἐποίει τὴν ἐπίδοσιν, ὥσπερ ἐκεῖ, ἐπαγγελίας θερμότης, καὶ νίκης ἔρως ἀπεγνωσμένης· ἀλλ' ἑκούσιος ἱερουρ γία, καὶ μισθὸν ἔχουσα μόνα τὰ ἐλπιζόμενα. Τοῦτο τῶν ∆ανιὴλ ἄθλων οὐκ ἀτιμότερον, παραδοθέντος εἰς βορὰν λέουσι, καὶ τῇ τῶν χειρῶν ἐκτάσει τοὺς θῆρας νικήσαντος. Τοῦτο τῶν ἐν Ἀσσυρίᾳ νεανίσκων οὐ δεύτερον, οὓς ἄγγελος ἀνέψυξεν ἐν πυρὶ, τὸν πα τρῷον νόμον μὴ καταλύσαντας, μηδὲ τροφὴν προσιε μένους βέβηλον καὶ ἀνίερον. Τοῦτο τῶν ὕστερον ὑπὲρ Χριστοῦ θυμάτων, εἰς φιλοτιμίαν οὐκ ἔλαττον. Οἱ μὲν γὰρ, ὃ καὶ ἀρχόμενος εἶπον τοῦ λόγου, τῷ Χριστοῦ κατηκολούθησαν αἵματι· καὶ Θεὸς ἦν ὁδη γὸς τῶν τοιούτων ἄθλων, τοσαύτην ὑπὲρ ἡμῶν εἰσενεγκὼν εἰσφορὰν καὶ οὕτω παράδοξον· τοῖς δὲ, οὐ πολλὰ, οὐδὲ τοιαῦτα τὰ τῆς ἀρετῆς ὑποδείγματα. Τούτων τὴν καρτερίαν ἐθαύμασε μὲν ἡ Ἰουδαία πᾶσα, καὶ ὡς αὐτὴ στεφανωθεῖσα ἠγάλλετο καὶ διανίστατο. Καὶ γὰρ ἦν ἀγὼν οὗτος, καὶ ἀγώνων μέγιστος τῶν πώποτε περισχόντων τὴν πόλιν, ἢ καταλυθῆναι τὸν νόμον κατὰ τὴν ἡμέραν ἐκείνην, ἢ δοξασθῆναι· καὶ ὡς ἐπὶ ξυροῦ τὰ πράγματα εἱστήκει τότε παντὶ τῷ τῶν Ἑβραίων γένει, τὰ τῆς ἐκείνων ἀθλήσεως. Ἠγάσθη δὲ καὶ Ἀντίοχος, οὕτω μεταβαλὼν εἰς θαῦμα τὴν ἀπειλήν. Ἴσασι γὰρ θαυμάζειν ἀνδρῶν ἀρετὴν καὶ πολέμιοι, ὅταν, τοῦ θυμοῦ λήξαντος, ἡ πρᾶξις ἐφ' ἑαυτῆς δοκιμάζηται. Ὥστε καὶ ἀπῆλθεν ἄπρακτος, πολλὰ μὲν τὸν πατέρα Σέλευκον ἐπαινέσας τῆς εἰς τὸ ἔθνος τιμῆς, καὶ τῆς εἰς τὸ ἱερὸν μεγαλοψυχίας· πολλὰ δὲ Σίμωνα τὸν ἐπαγαγόντα μεμψάμενος, ὡς καὶ τῆς ἀπανθρωπίας αἴτιον καὶ τῆς ἀδοξίας.

ΙΒʹ. Τούτους μιμώμεθα, καὶ ἱερεῖς, καὶ μητέρες, καὶ παῖδες· οἱ μὲν, εἰς τὴν Ἐλεαζάρου τιμὴν τοῦ πνευματικοῦ πατρὸς, καὶ λόγῳ, καὶ ἔργῳ τὸ βέλτιστον παραδείξαντος· αἱ δὲ, τῆς γενναίας μητρὸς, ἀληθῶς φιλότεκνοι φανεῖσαι, καὶ Χριστῷ τοὺς ἐξ αὐτῶν παραστήσασαι, ἵνα καὶ γάμος ἁγιασθῇ διὰ τῆς τοιαύτης θυσίας· οἱ δὲ, τοὺς ἱεροὺς αἰδούμενοι παῖδας, καὶ τὴν νεότητα δαπανῶντες, οὐκ ἐν τοῖς αἰσχροῖς πάθεσιν, ἀλλ' ἐν τοῖς κατὰ τῶν παθῶν ἀγωνίσμασι, καὶ πρὸς τὸν καθ' ἡμέραν Ἀντίοχον γενναίως ἀνδρι 35.933 ζόμενοι πᾶσι μέλεσι πολεμοῦντα, καὶ διαφόρως διώκοντα. Ποθῶ γὰρ ἀθλητὰς ἔχειν, κατὰ πάντα καιρὸν καὶ τρόπον, καὶ γένος ἅπαν, καὶ ἡλικίαν ἅπασαν, καὶ φανερῶς πολεμουμένην, καὶ ἀφανῶς ἐπιβουλευομένην· καὶ βοηθεῖσθαι μὲν τοῖς παλαιοῖς διηγήμασι, βοηθεῖσθαι δὲ καὶ τοῖς νέοις, καὶ πανταχόθεν, ὥσπερ αἱ μέλισσαι, συλλέγειν τὰ χρησιμώτατα εἰς ἑνὸς κηρίου φιλοτεχνίαν καὶ γλυκασμὸν, ἵνα καὶ διὰ Παλαιᾶς καὶ Νέας εὐδοκιμῇ Θεὸς ἐν ἡμῖν, ὁ ἐν Υἱῷ καὶ Πνεύματι δοξαζόμενος, καὶ γινώσκων τοὺς ἰδίους, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, ὁμολογούμενός τε καὶ ὁμολογῶν, δοξαζόμενός τε καὶ δοξάζων, ἐν αὐτῷ τῷ Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.