1

 2

1

In consecratione Eulalii Doarensium episcopi

ΛΟΓΟΣ ΙΓʹ.

Εἰς τὴν χειροτονίαν ∆οαρῶν ὁμιλία ἐκδοθεῖσα Εὐλαλίῳ ἐπισκόπῳ.

Αʹ. ∆έξασθετὸν ἡμέτερον λόγον, ἀδελφοὶ, κἂν ἐλάχιστος ᾖ, κἂν παρὰ πολὺ τῆς ἀξίας λειπόμενος· πλὴν ὅμως σταθμίζειν οἶδεν ὁ ∆εσπότης Θεὸς τῇ δι καίᾳ κρίσει τὸν ἔλεον· δέχεται γὰρ καὶ Παύλου τὴν φυτείαν, ὡς Παύλου, καὶ Ἀπολλὼ τὴν 35.853 ἀρδείαν, καὶ τὰ δύο λεπτὰ τῆς χήρας, καὶ τοῦ τελώνου τὴν ταπείνωσιν, καὶ τοῦ Μανασσῆ τὴν ἐξαγόρευσιν. ∆έξασθε λόγον νεόκτιστον ἐπὶ νεοκτίστῳ ποιμένι· δέξασθε φωνὴν εὐχαριστήριον ἐπὶ τοῖς ὀρωμένοις θαύμασι. Μικροὶ μὲν ἡμεῖς καὶ ἐλάχιστοι ἐν υἱοῖς Ἰσραήλ· εὐχαριστεῖν δὲ πλουσίως οὐδὲν κωλύει καὶ τοὺς μικρούς. Τὴν μὲν οὖν τελεωτέραν εὐφημίαν ἀποδώσουσι τῷ Θεῷ πάντως οἱ τελεώτεροι· ἡμεῖς δὲ τὴν κατὰ δύναμιν εἰσοίσομεν σήμερον. Τοιγαροῦν ᾄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ὅτι θαυμαστὰ ἐποίησεν. Ἐκυμαινόμεθα, ἐπολεμούμεθα, ἐξωθούμεθα· τὰ μὲν ἤδη παρῆν τῶν δεινῶν, τὰ δὲ ἤμελ λεν. Ἀλλὰ τίς ἔστησε τὴν καταιγίδα εἰς αὔραν; Τίς συνέτριψεν ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον; Τίς τοὺς ἐξωσμένους καὶ ἀπεῤῥιμμένους ἡμᾶς εἰσεδέξατο; Οὐχὶ σὺ ὁ Θεὸς, ὁ ἐνεργήσας ταῦτα; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ.

Βʹ. Οὗτος ἔτεμε θάλασσαν· οὗτος ἔτρεψεν ἐν ἐρήμῳ λαὸν φυγάδα, ξένον ὑετὸν χαρισάμενος· οὗτος πέ τραν ἐπήγασεν· οὗτος κατεπολέμησε τὸν Ἀμαλὴκ, χειρῶν ἀποῤῥήτῳ καὶ μυστικῷ σχήματι. Τοῦτο γὰρ ἴσχυσαν ἱερέως χεῖρες ἐπὶ τοῦ ὄρους αἰρόμεναι, καὶ εἰς εὐχὴν τυπούμεναι, ὃ πολλαὶ μυριάδες οὐκ ἴσχυσαν. Οὗτος τείχη κατέσεισεν ἀμάχως καὶ ἀπολέ μως· καὶ, ἵνα τὰ τελευταῖα λέγω, οὗτος κατήνεγκε τὸν Γολιὰθ κατὰ τοῦ μεγάλου ∆αβὶδ τολμήσαν τα, τὸν ἐπηρμένον, καὶ ἀλαζόνα, καὶ ἀπόγονον τῶν γιγάντων. ∆ιὰ ταῦτα οὖν ὁμοθυμαδὸν λέγωμεν· Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν· καὶ, Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἄλλα τε ὅσα ψυχὴ περιχαρὴς ἐπὶ Θεοῦ μεγαλοδωρεᾷ φθέγγεται. Οὐκ ἤλθομεν βάλλειν μάχαιραν, ἀλλ' εἰρήνην. Οὐκ ἤλθομεν ἐπ' ἀτιμίᾳ τοῦ μεγάλου ποιμένος, τοῦ τῆς λαμπρᾶς προκαθεζομένου πόλεως· τίμιον ἴσμεν, κεφαλὴν γινώσκομεν, ἅγιον καλοῦμεν, καὶ ἀδικούμε νοι· μόνον ἔστω φιλότεκνος, καὶ πάσης προνοῶν Ἐκκλησίας. Προσθήκην ἱερέων ἐπραγματευσάμεθα, οὐχ ὑφαίρεσιν· αἱρετικῶν ἀνατροπὴν, οὐκ ὀρθοδόξων ἐλάττωσιν.

Γʹ. Τί φῂς, ὦ παῖ ∆αθὰν καὶ Ἀβειρὼν, καὶ 35.856 στρατηγὲ ἀσωφρόνιστε, ὁ κατὰ Μωϋσέως τολμήσας, καὶ χεῖρας ἐπαφεὶς ἡμῖν, ὥσπερ ἐκεῖνοι τὰς γλώσ σας τῷ μεγάλῳ θεράποντι; Οὐκ ἔφριξας; Οὐκ ἐν ετράπης; Οὐκ ἔῤῥευσάν σοι ταῦτα διανοουμένῳ κατὰ γῆς αἱ σάρκες; Εἶτα τὰς χεῖρας ταύτας ἀνατείνεις τῷ Θεῷ; Εἶτα δῶρα προσάξεις; Εἶτα ὑπερεύξῃ λαοῦ; Φοβοῦμαι μή ποτε τοσοῦτον ἡ ῥομφαία τοῦ Θεοῦ κατιωθῇ, καὶ ἠρεμήσειεν. Οὔτε τῷ ποιμένι τῷ σῷ μέγα τι ἐχαρίσω, καὶ σαυτὸν τὰ μέγιστα ἐζη μίωσας, ἀλλοτριώσας σεαυτὸν τῆς τοῦ Θεοῦ χά ριτος.

∆ʹ. Νῦν δὲ, ὦ ποιμένων ἄριστε καὶ τελεώτατε, δεῦ ρόμοι καὶ τὸν σὸν ἀπολάμβανε λαὸν σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν, ὃν ἐνεχείρισέ σοι τὸ Πνεῦμα τὸ ἅγιον, ὃν προσάγουσιν ἄγγελοι, ὃν ὁ βίος καὶ ὁ τρόπος ἐπί-στευσεν. Εἰ δὲ διὰ πειρασμῶν καὶ κωλυμάτων τὸν θρόνον κληρονομεῖς, μὴ θαυμάσῃς· οὐδὲν τῶν μεγάλων ἀδόκιμον, οὐδὲν ἀβασάνιστον. Ἕπεται γὰρ φύσει τοῖς μὲν ταπεινοῖς τὸ ῥᾴδιον, τοῖς δὲ ὑψηλοῖς