1

 2

 3

 4

 5

 6

 7

 8

2

σω ματικοῦ βάρους γενόμενος, ἢ συσταλεὶς ἀπὸ τῶν αἰσθήσεων· Θεοῦ δὲ λεπτότητα, ἢ ἀσωματότητα, ἢ οὐκ οἶδα ὅπως ἄν τις ὀνομάσειε, πῶς ἂν ἐθεά σατο σῶμά τε ὢν, καὶ αἰσθητοῖς ὀφθαλμοῖς προσ βάλλων; Ἀλλ' ἐπειδὴ κενοῦται δι' ἡμᾶς, ἐπειδὴ κατέρχεται (κένωσιν δὲ λέγω τὴν τῆς δόξης οἷον ὕφεσίν τε καὶ ἐλάττωσιν), διὰ τοῦτο χωρητὸς γί νεται.

∆ʹ. ∆ότε δέ μοι συγγνώμην μεταξὺ, καὶ πάθος τι ἀνθρώπινον πάλιν πάσχοντι. Θυμοῦ πλη ροῦμαι καὶ λύπης ἐπὶ τῷ ἐμῷ Χριστῷ, συμπάσχοιτε δὲ καὶ ὑμεῖς, ὅταν ἴδω διὰ τοῦτο ἀτιμαζόμενόν μου τὸν Χριστὸν, δι' ὃ μάλιστα τιμᾶσθαι δίκαιος ἦν. ∆ιὰ τοῦτο γὰρ ἄτιμος, εἰπέ μοι, ὅτι διὰ σὲ ταπει νός; ∆ιὰ τοῦτο κτίσμα, ὅτι τοῦ κτίσματος κήδεται; ∆ιὰ τοῦτο ὑπὸ χρόνον, ὅτι τοὺς ὑπὸ χρόνον ἐπισκέ πτεται; Πλὴν πάντα φέρει, πάντα δέχεται. Καὶ τί θαυμαστόν; Ῥαπίσματα ἤνεγκεν, ἐμπτυσμάτων ἠνέσχετο, χολῆς ἐγεύσατο διὰ τὴν ἐμὴν γεῦσιν. Φέρει καὶ νῦν λιθαζόμενος, οὐ μόνον ὑπὸ τῶν ἐμπη ρεαζόντων, ἀλλὰ καὶ ὑφ' ἡμῶν αὐτῶν τῶν εὐσεβεῖν δοκούντων. Τὸ γὰρ περὶ ἀσωμάτου διαλεγόμενον, σωματικοῖς κεχρῆσθαι ὀνόμασι, τυχὸν ἐπηρεαζόντων ἐστὶ καὶ λιθαζόντων· ἀλλὰ συγγνώμη, πάλιν λέγω, τῇ ἀσθενείᾳ. Λιθάζομεν γὰρ οὐχ ἑκόντες, ἀλλὰ τὸ φθέγγεσθαι ἄλλως οὐκ ἔχοντες, ᾧ δὲ ἔχομεν χρώμενοι. Λόγος ἀκούεις, καὶ ὑπὲρ λόγον εἶ· ὑπὲρ 36.288 φῶς εἶ, καὶ φῶς ὀνομάζῃ· πῦρ ἀκούεις, οὐκ αἰσθη τὸς ὢν, ἀλλ' ὅτι τὴν κούφην καὶ μοχθηρὰν ἀνα καθαίρεις ὕλην· μάχαιρα, ὅτι τέμνεις τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος· πτύον, ὅτι ἀνακαθαίρεις τὴν ἅλω, καὶ ὅσον κοῦφόν τε καὶ ἀνεμιαῖον ἀποπεμπόμενος, ὅσον βαρὺ καὶ πλῆρες ἐπὶ τὰς ἀποθήκας τὰς ἄνω ἐναποτίθεσαι· ἀξίνη, ὅτι τὴν ἄκαρ πον ἐκκόπτεις συκῆν ἐπὶ πολὺ μακροθυμήσας, ὅτι τὰς ῥίζας ἐκτέμνεις τῆς πονηρίας· θύρα, διὰ τὴν εἰσαγωγήν· ὁδὸς, ὅτι εὐθυποροῦμεν· πρόβατον, ὅτι θῦμα· ἀρχιερεὺς, ὅτι προσφέρεις τὸ σῶμα· Υἱὸς, ὅτι Πατρός. Πάλιν κινῶ τὰς γλώσσας· πάλιν κατὰ Χριστοῦ τινες μαίνονται, μᾶλλον δὲ, κατ' ἐμοῦ, ὃς ἠξιώθην τοῦ Λόγου γενέσθαι κῆρυξ. Ὡς Ἰωάννης γίνομαι· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἐρήμῳ ποτὲ καὶ ἀνύδρῳ, νῦν δὲ καὶ λίαν οἰκουμένῃ.

Εʹ. Πλὴν ὅπερ ἔλεγον, ἵνα πρὸς τὸν ἐμὸν ἀνα δράμω λόγον, διὰ τοῦτο ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, ὅτι ταῖς ἀσθενείαις συγκαταβαίνει ταῖς ἡμε τέραις. Εἶτα τί; Καὶ προσῆλθον αὐτῷ, φησὶν, οἱ Φαρισαῖοι, πειράζοντες αὐτὸν καὶ λέγοντες· Εἰ ἔξεστιν ἀνθρώπῳ κατὰ πᾶσαν αἰτίαν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ; Πάλιν Φαρισαῖοι πειράζουσι· πάλιν οἱ τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐ γινώσκουσι· πάλιν οἱ ἐξηγηταὶ τοῦ νόμου τυγχάνοντες, ἄλλων διδασκάλων δέονται. Οὐκ ἤρκεσαν Σαδδουκαῖοι πειράζοντες περὶ ἀναστάσεως, καὶ νομικοὶ πυνθανόμενοι περὶ τελειότητος, καὶ Ἡρω διανοὶ περὶ κήνσου, καὶ περὶ ἐξουσίας ἕτεροι. Ἀλλὰ καὶ περὶ γάμου τις πάλιν ἐρωτᾷ τὸν ἀπείρα στον, τὸν κτίστην τῆς συζυγίας, τὸν ἐκ τῆς πρώτης αἰτίας τὸ πᾶν τῶν ἀνθρώπων γένος τοῦτο συστησάμενον. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε, ὅτι ὁ ποιήσας ἐξ ἀρχῆς, ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς; Οἶδε τινὰς μὲν τῶν ἐρω τήσεων διαλύειν, τινὰς δὲ ἐπιστομίζειν. Ὅτε ἐρω τᾶται, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; διὰ τὸ ἄγαν ἀπαίδευτον τῶν ἐρωτησάντων, καὶ αὐτὸς ἀντερωτᾷ· Τὸ βάπτισμα τὸ Ἰωάννου, ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; Καὶ ἀμφοτέρωθεν συμποδίζει τοὺς ἐρωτῶντας. Ὥστε δυνάμεθα καὶ ἡμεῖς μιμούμενοι Χριστὸν, ἔστιν ὅτε τοὺς πε 36.289 ριέργως ἡμῖν διαλεγομένους ἐπιστομίζειν, καὶ ἀτο πωτέροις ἀντερωτήμασι λύειν τὴν ἀτοπίαν τῶν ἐρωτήσεων. Ἐσμὲν γὰρ καὶ ἡμεῖς σοφοὶ τὰ μάταια ἔστιν ὅτε, ἵνα τὰ τῆς ἀφροσύνης καυχήσωμαι. Ὅτε δὲ ἐρώτησιν ὁρᾷ λογισμοῦ δεομένην, τότε οὐκ ἀπαξιοῖ τοὺς ἐρωτῶντας συνετῶν ἀποκρί σεων.

ςʹ. Τὸ ἐρώτημα, ὃ ἐρώτησας, τοῦτο σωφροσύνην τιμᾷν μοι δοκεῖ, καὶ ἀπόκρισιν ἀπαιτεῖν φιλάνθρω πον· σωφροσύνην, περὶ ἣν ὁρῶ τοὺς πολλοὺς κακῶς