1

 2

 3

 4

 5

 6

 7

 8

4

Θʹ. Τί δὲ οἱ Φαρισαῖοι; Τραχὺς τούτοις ὁ λόγος φαίνεται. Καὶ γὰρ καὶ ἄλλα τῶν καλῶς ἐχόν των ἀπαρέσκει, καὶ τοῖς τότε Φαρισαίοις, καὶ τοῖς νῦν Φαρισαίοις. Φαρισαῖον γὰρ, οὐ τὸ γένος μόνον, ἀλλὰ καὶ ὁ τρόπος ἐργάζεται Οὕτω καὶ Ἀσσύριον οἶδα, καὶ Αἰγύπτιον, τὸν τῇ προαιρέσει μετὰ τούτων ταττόμενον. Τί οὖν οἱ Φαρισαῖοι; Εἰ οὕτω, φασὶν, ἐστὶν ἡ αἰτία μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γα μῆσαι. Νῦν δὲ τοῦτο καταμανθάνεις, ὦ Φαρισαῖε, τὸ, Οὐ συμφέρει γαμῆσαι; πρότερον δὲ οὐκ ἠπίστασο, ἡνίκα τὰς χηρείας ἑώρας, καὶ τὰς ὀρφανίας, καὶ τοὺς ἀώρους θανάτους, καὶ τὰ διάδοχα τῶν κρότων πένθη, καὶ τοὺς ἐπὶ τοῖς θαλάμοις τάφους, καὶ τὰς ἀτεκνίας, καὶ τὰς κακοτεκνίας, καὶ τοὺς ἀτελεῖς τόκους καὶ ἀμήτορας, καὶ πᾶσαν τὴν περὶ ταῦτα κωμῳδίαν ἢ τραγῳδίαν; Ἀμφότερα γὰρ εἰπεῖν οἰ κειότατον. Συμφέρει γαμῆσαι; κἀγὼ δέχομαι· Τί μιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· συμφέρει δὲ τοῖς μετρίοις, οὐ τοῖς ἀπλήστοις, καὶ πλέον ἢ δεῖ τὴν σάρκα τιμᾷν βουλομένοις. Ὅταν τοῦτο μόνον ὁ γάμος ᾖ, ἢ γάμος, καὶ συζυγία, καὶ παίδων διαδοχῆς ἐπιθυμία, καλὸς ὁ γάμος· πλείο νας γὰρ εἰσάγει τοὺς εὐαρεστοῦντας Θεῷ. Ὅταν δὲ ὕλην ἐξάπτῃ, καὶ ταῖς ἀκάνθαις περιβάλλῃ, καὶ οἷον κακίας ὁδὸς εὑρίσκηται, τότε κἀγὼ φθέγγομαι· Οὐ συμφέρει γαμῆσαι.

Ιʹ. Καλὸν ὁ γάμος· ἀλλ' οὐκ ἔχω λέγειν, ὅτι καὶ ὑψηλότερον παρθενίας. Οὐδὲ γὰρ ἂν ἦν τι μέγα ἡ παρθενία, μὴ καλοῦ καλλίων τυγχάνουσα. Μὴ δὴ χαλεπαίνετε, ὅσαι ὑπὸ ζυγόν. Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Πλὴν ἀλλήλαις συνδεσμεῖσθε, καὶ παρθένοι, καὶ γυναῖκες, καὶ ἕν ἐστε ἐν Κυρίῳ, καὶ ἀλλήλων καλλώπισμα. Οὐκ ἂν ἦν ἄγα μος, εἰ μὴ γάμος. Πόθεν γὰρ εἰς τοῦτον παρῆλθε τὸν βίον παρθένος; Οὐκ ἂν ἦν γάμος σεμνὸς, εἰ μὴ παρθένον καρποφορῶν καὶ τῷ Θεῷ καὶ τῷ βίῳ. Τίμησον καὶ σὺ τὴν μητέρα τὴν σὴν, ἐξ ἧς γέγονας. Τίμησον καὶ σὺ τὴν ἐκ μητρὸς, καὶ μητέρα. Μή τηρ μὲν οὐκ ἔστι, Χριστοῦ δὲ νύμφη ἐστί. Τὸ μὲν φαινόμενον κάλλος οὐ κρύπτεται· τὸ δὲ ἀφανὲς Θεῷ βλέπεται. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ Βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβε βλημένη, πεποικιλμένη, εἴτ' οὖν πράξεσιν, εἴτε καὶ 36.296 θεωρήμασιν. Καὶ ἡ ὑπὸ ζυγὸν ἔστω τι Χριστοῦ· καὶ ἡ παρθένος ὅλη Χριστοῦ. Ἡ μὲν μὴ παντελῶς ἐνδε σμείσθω τῷ κόσμῳ· ἡ δὲ μηδ' ὅλως γινέσθω τοῦ κόσμου. Ὃ γάρ ἐστι τῇ ὑπὸ ζυγὸν τὸ μέρος, τοῦτο παντελὲς τῇ παρθένῳ. Ἀγγέλων ἐπανῄρησαι πολιτείαν; μετὰ τῶν ἀζύγων ἐτάχθης; μὴ κατενε χθῇς εἰς σάρκα, μὴ κατενεχθῇς εἰς ὕλην μὴ τῇ ὕλῃ γαμηθῇς, κἂν ἄλλως ἄγαμος μένῃς. Ὀφθαλμὸς πορνεύων οὐ φυλάσσει τὴν παρθενίαν, γλῶττα πορνεύουσα τῷ πονηρῷ μίγνυται. Πόδες ἄτακτα βαίνοντες ἐγκαλοῦνται νόσον, ἢ κίνδυνον. Παρθενευέτω καὶ ἡ διάνοια· μὴ ῥεμβέσθω, μὴ πλανάσθω, μὴ τύπους ἐν αὐτῇ φερέτω πονηρῶν πραγμάτων. καὶ ὁ τύπος μέρος πορνείας ἐστί· μὴ εἰδωλοποιείτω τῇ ψυχῇ τὰ μισούμενα.

ΙΑʹ. Ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται. Ὁρᾶτε τοῦ πράγματος τὸ ὑψηλόν; Μικροῦ καὶ ἀχώρητον εὑρίσκεται. Πῶς γὰρ οὐ κρεῖττον σαρκὸς, τὸ ἐκ σαρκὸς γενόμενον μὴ γεν νᾷν εἰς σάρκα; Πῶς γὰρ οὐκ ἀγγελικὸν τὸ σαρκὶ συν δεδεμένην μὴ κατὰ σάρκα ζῇν, ἀλλ' εἶναι τῆς φύσεως ὑψηλοτέραν; Ἡ σὰρξ τῷ κόσμῳ προσέδησεν, ἀλλ' ὁ λογισμὸς πρὸς Θεὸν ἀνήγαγεν· ἡ σὰρξ ἐβάρησεν, ἀλλ' ὁ λογισμὸς ἐπτέρωσεν· ἡ σὰρξ ἔδησεν, ἀλλ' ὁ πόθος ἔλυσεν. Ὅλῃ τέτασο πρὸς Θεὸν, ὦ παρθένε, τῇ ψυχῇ· τοῦτο γὰρ αὐτὸ καὶ ἀνδράσι νομοθετῶ καὶ γυ ναιξί· καὶ οὐ μή τί σοι φανῇ τῶν ἄλλων κα λὸν, ὅσα τοῖς πολλοῖς· οὐ γένος, οὐ πλοῦτος, οὐ θρόνος, οὐ δυναστεία, οὐ τὸ ἐν εὐχροίᾳ καὶ συνθέσει μελῶν φανταζόμενον κάλλος, χρόνου καὶ νόσου παί γνιον. Εἰ ὅλην ἐκένωσας πρὸς Θεὸν τοῦ φίλτρου τὴν δύναμιν, εἰ μὴ δύο σοι εἴη τὰ ποθούμενα, καὶ τὸ ῥέον, καὶ τὸ ἀόρατον· ἄρα τοσοῦτον ἐτρώθης