1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

3

ἀναζωοποιηθῆναι, καὶ σπέρμα τῷ Ἰσραὴλ ὑπολειφθῆναι· ἵνα μὴ γενώμεθα ὡς Σόδομα καὶ Γόμοῤῥα, ὧν περιβόητος μὲν ἡ κακία, περι βοητοτέρα δὲ ἡ ἀπώλεια, πυρὶ καὶ θείῳ κατακλυσθέντων. ∆ιὰ τοῦτο ἠγέρθη κέρας σωτηρίας ἡμῖν ἤδη κειμένοις, καὶ λίθος ἀκρογωνιαῖος, συνδέων ἑαυτῷ τε καὶ ἀλλήλοις ἡμᾶς, ἐνεβλήθη κατὰ καιρὸν, ἣ πῦρ καθαρτήριον τῆς φαύλης ὕλης καὶ μοχθηρᾶς, ἢ πτύον γεωργικὸν, ᾧ τὸ κοῦφον τῶν δογμάτων καὶ τὸ βαρὺ διακρίνεται, ἢ μάχαιρα τὰς τῆς κακίας ῥί ζας ἐκτέμνουσα· καὶ ὁ Λόγος εὑρίσκει τὸν ἑαυτοῦ σύμμαχον, καὶ τὸ Πνεῦμα καταλαμβάνει τὸν ὑπὲρ αὐτοῦ πνεύσοντα.

Ηʹ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, ψήφῳ τοῦ λαοῦ παντὸς, οὐ κατὰ τὸν ὕστερον νικήσαντα πονηρὸν τύ πον, οὐδὲ φονικῶς τε καὶ τυραννικῶς, ἀλλ' ἀποστο λικῶς τε καὶ πνευματικῶς, ἐπὶ τὸν Μάρκου θρόνον ἀνάγεται, οὐχ ἧττον τῆς εὐσεβείας, ἢ τῆς προ εδρίας διάδοχος· τῇ μὲν γὰρ πολλοστὸς ἀπ' ἐκείνου, τῇ δὲ εὐθὺς μετ' ἐκεῖνον εὑρίσκεται· ἣν δὴ καὶ κυρίως ὑποληπτέον διαδοχήν. Τὸ μὲν γὰρ ὁμό γνωμον καὶ ὁμόθρονον, τὸ δὲ ἀντίδοξον καὶ ἀντίθρο νον· καὶ ἡ μὲν προσηγορίαν, ἡ δὲ ἀλήθειαν ἔχει διαδοχῆς. Οὐ γὰρ ὁ βιασάμενος, ἀλλ' ὁ βιασθεὶς διάδοχος· οὐδὲ ὁ παρανομήσας, ἀλλ' ὁ προβληθεὶς ἐννόμως· οὐδὲ ὁ τἀναντία δοξάζων, ἀλλ' ὁ τῆς αὐτῆς πίστεως· εἰ μὴ οὕτω τις λέγοι διάδοχον, ὡς νόσον ὑγιείας, καὶ φωτὸς σκότος, καὶ ζάλην γαλήνης, καὶ συνέσεως ἔκστασιν.

Θʹ. Ἐπεὶ δὲ οὕτω προβάλλεται, οὕτω καὶ τὴν ἀρχὴν διατίθεται. Οὐ γὰρ ὁμοῦ τε καταλαμβά νει τὸν θρόνον, ὥσπερ οἱ τυραννίδα τινὰ, ἢ κληρονο μίαν παρὰ δόξαν ἁρπάσαντες, καὶ ὑβρίζει διὰ τὸν κόρον. Ταῦτα γὰρ τῶν νόθων καὶ παρεγγράπτων ἱερέων ἐστὶ, καὶ τοῦ ἐπαγγέλματος ἀναξίων· οἳ μηδὲν τῇ ἱερωσύνῃ προεισενεγκόντες, μηδὲ τοῦ κα λοῦ προταλαιπωρήσαντες, ὁμοῦ τε μαθηταὶ καὶ δι δάσκαλοι τῆς εὐσεβείας ἀναδείκνυνται, καὶ πρὶν καθ αρθῆναι καθαίρουσι· χθὲς ἱερόσυλοι, καὶ σήμερον ἱερεῖς· χθὲς τῶν ἁγίων ἔξω, καὶ μυσταγωγοὶ σήμε ρον· παλαιοὶ τὴν κακίαν, καὶ σχέδιοι τὴν εὐσέβειαν· 35.1092 ὃ ἔργον χάριτος ἀνθρωπίνης, οὐ τῆς τοῦ Πνεύματος· οἳ, ὅταν πάντα διεξέλθωσι βιαζόμενοι, τελευταῖον τυραννοῦσι καὶ τὴν εὐσέβειαν· ὧν οὐχ ὁ τρόπος τὸν βαθμὸν, ὁ βαθμὸς δὲ τὸν τρόπον πιστεύεται, παρὰ πολὺ τῆς τάξεως ἐναλλαττομένης· οἳ πλείους ὑπὲρ ἑαυτῶν, ἢ τῶν τοῦ λαοῦ ἀγνοημάτων, τὰς θυσίας ὀφείλουσι· καὶ πάντως τῶν δύω τὸ ἕτερον ἁμαρτά νουσιν, ἢ τῷ δεῖσθαι συγγνώμης, ἄμετρα συγγινώ σκοντες, ὡς ἂν μήτε ἀνακόπτοιτο κακία, ἀλλὰ καὶ διδάσκοιτο, ἢ τῇ τραχύτητι τῆς ἀρχῆς, τὰ ἑαυτῶν συγκαλύπτοντες. Ὧν οὐδέτερον ἐκεῖνος· ἀλλ' ἦν ὑψη λὸς μὲν τοῖς ἔργοις, ταπεινὸς δὲ τῷ φρονήματι· καὶ τὴν μὲν ἀρετὴν ἀπρόσιτος, τὴν ἐντυχίαν δὲ καὶ λίαν εὐπρόσιτος, πρᾶος, ἀόργητος, συμπαθὴς, ἡδὺς τὸν λόγον, ἡδίων τὸν τρόπον, ἀγγελικὸς τὸ εἶδος, ἀγγελικώτερος τὴν διάνοιαν ἐπιτιμῆσαι γαληνὸς, ἐπαινέ σαι παιδευτικός· καὶ μηδέτερον τῶν καλῶν τῇ ἀμετρίᾳ λυμήνασθαι, ἀλλὰ ποιῆσαι καὶ τὴν ἐπιτίμη σιν πατρικὴν, καὶ τὸν ἔπαινον ἀρχικόν· μήτε τὸ ἁπαλὸν ἔκλυτον, μήτε στυφὸν τὸ αὐστηρόν· ἀλλὰ τὸ μὲν ἐπιείκειαν, τὸ δὲ φρόνησιν, καὶ φιλοσοφίαν ἀμφότερα· ἐλάχιστα μὲν λόγου διὰ τὸν τρόπον δεόμενος ἀρκοῦντα πρὸς παιδαγωγίαν· ἐλάχιστα δὲ ῥάβδου διὰ τὸν λόγον· ἔτι δὲ ἐλάττω τομῆς, διὰ τὴν ῥάβδον μετρίως πλήττουσαν.

Ιʹ. Τί ἂν ὑμῖν ἀναζωγραφοίην τὸν ἄνδρα; Παῦλος προλαβὼν ἔγραψε· τοῦτο μὲν, ἐν οἷς τὸν ἀρχιερέα τὸν μέγαν, τὸν διεληλυθότα τοὺς οὐρανοὺς ἀνυμνεῖ (τολμήσει γάρ μοι καὶ μέχρι τούτων ὁ λόγος, ἐπειδὴ Χριστοὺς οἶδε καλεῖν ἡ Γραφὴ τοὺς ζῶντας κατὰ Χριστόν)· τοῦτο δὲ, ἐν οἷς Τιμοθέῳ πρὸς αὐτὸν γράφων νομοθετεῖ, τυπῶν τῷ λόγῳ τὸν ἐπισκο πῆς προστησόμενον. Εἰ γὰρ ὡς κανόνα τὸν νόμον παραθείης τῷ ταῦτα ἐπαινουμένῳ, γνώσῃ σα φῶς τὴν εὐθύτητα, ∆εῦρο δὴ συμπανηγυρίσατέ μοι περὶ τὸν λόγον κάμνοντι, καὶ τὰ μὲν πλείω παρατρέ χειν