1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

7

μᾶλλον, ἢ τῇ τοῦ σώματος ἀναχωρήσει χαρακτηρίζεσθαι. Καθ' ὃ καὶ ∆αβὶδ ὁ μέγας πρακτικώτατός τε ἦν ὁ αὐτὸς καὶ μο νώτατος· εἴ τῳ τὸ, Καταμόνας εἰμὶ ἐγὼ, ἕως ἂν παρέλθω, μέγα πρὸς ἀπόδειξιν τοῦ λόγου καὶ ἀξιό πιστον. ∆ιὰ τοῦτο, τῶν ἄλλων ἀρετῇ κρατοῦντες, τῆς ἐκείνου διανοίας πλέον ἡττῶντο, ἢ ὅσον ἐκρά τουν τῶν ἄλλων· καὶ ὀλίγα πρὸς ἱερωσύνης τελείω σιν συνεισφέροντες, πλείω πρὸς φιλοσοφίας συντέ λειαν ἀντελάμβανον· καὶ τοῦτο ἦν νόμος αὐτοῖς, ὅ τι ἐκείνῳ ἐδόκει· καὶ τοῦτο ἀπώμοτον πάλιν, ὃ μὴ ἐδόκει, καὶ πλάκες Μωϋσέως αὐτοῖς τὰ ἐκεί νου δόγματα, καὶ πλεῖον τὸ σέβας, ἢ παρὰ ἀνθρώπων τοῖς ἁγίοις ὀφείλεται. Οἵ γε καὶ ἡνίκα παρῆσάν τινες, ὥσπερ θῆρα, τὸν ἅγιον ἀνιχνεύοντες, ἐπειδὴ πανταχοῦ τοῦτον ἀναζητοῦντες οὐχ εὕρισκον, λόγου μὲν οὐδενὸς τοὺς πεμφθέντας ἠξίωσαν· προὔ τεινον δὲ τοῖς ξίφεσι τοὺς αὐχένας, ὡς ὑπὲρ Χριστοῦ κινδυνεύοντες, καὶ τὸ παθεῖν τι τῶν ἀνηκέ στων ὑπὲρ ἐκείνου μεγίστην μοῖραν εἰς φιλοσοφίαν νομίζοντες, καὶ πολὺ τῶν μακρῶν νηστειῶν, καὶ χαμευνιῶν, καὶ τῆς ἄλλης κακοπαθείας, ἣν ἐκεῖνοι τρυφῶσιν ἀεὶ, ἐνθεώτερόν τε καὶ ὑψηλότερον. 35.1105

ΚΑʹ. Ὁ μὲν οὖν ἐν τούτοις ἦν, καὶ τὸ τοῦ Σολο μῶντος ἐπῄνει, καιρὸν εἶναι παντὶ πράγματι φιλοσοφήσαντος. Καὶ διὰ τοῦτο ἀπεκρύπτετο μικρὸν, ὅσον τὸν τοῦ πολέμου καιρὸν διαφεύγων, ἵνα συναναφανῇ τῷ τῆς εἰρήνης ἥκοντι· ὅπερ οὖν καὶ γίνεται μικρὸν ὕστερον. Ὁ δὲ, κατὰ πολλὴν ἤδη τοῦ κωλύσοντος ἐρημίαν, κατατρέχει μὲν Αἴγυπτον, ληΐ ζεται δὲ Συρίαν τῷ κράτει τῆς ἀσεβείας· ἐπιλαμβάνεται δὲ καὶ τῆς ἑῴας ὅσον ἐδύνατο, τὸ ἀῤῥωστοῦν ἀεὶ προσλαμβάνων, ὥσπερ οἱ χεί μαῤῥοι τὰ συῤῥέοντα, καὶ τοῖς κουφοτέροις, ἢ δει λοτέροις ἐπιφυόμενος. Οἰκειοῦται δὲ τὴν βασιλέως ἁπλότητα· οὕτω γὰρ ἐγὼ καλῶ τὴν κουφότητα, αἰδούμενος τὴν εὐλάβειαν. Καὶ γὰρ ἦν, εἰ δεῖ τἀλη θὲς εἰπεῖν, ζῆλον μὲν ἔχων, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Ἐξωνεῖται δὲ τῶν ἐν τέλει τοὺς φιλοχρύσους μᾶλλον ἢ φιλοχρίστους (εὐπορία γὰρ ἦν αὐτῷ τὰ τῶν πε νήτων, κακῶς δαπανώμενα), καὶ τούτων μάλιστα τοὺς γυναικώδεις τε καὶ ἐν ἀνδράσιν ἀνάν δρους, καὶ ἀμφιβόλους μὲν τὸ γένος, προδήλους δὲ τὴν ἀσέβειαν· οἷς οὐκ οἶδ' ὅπως καὶ ὅθεν οἱ Ῥω μαίων βασιλεῖς, τὰ τῶν γυναικῶν πιστευομέ νοις, τὰ τῶν ἀνδρῶν ἐγχειρίζουσι. Καὶ ταῦτα ἴσχυσεν ὁ τοῦ πονηροῦ θεράπων, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ τοῦ Ἀντιχρίστου πρόδρομος· χρώμενος μὲν ὅσα γλώσσῃ τῶν τότε λογίων ἐν ἐπισκόποις τῷ πρώτῳ (εἴ τῳ λόγιον φίλον καλεῖν τὸν οὐχ οὕ τως ἀσεβῆ δογματιστὴν, ὅσον ἐχθρὸν καὶ φιλόνεικον· τὸ γὰρ ὄνομα ἑκὼν ὑπερβήσομαι)· αὐτὸς δὲ ἀντὶ χει ρὸς ὢν τῷ συστήματι, καὶ παρασύρων τῷ χρυσῷ τὴν ἀλήθειαν, ὃν δι' εὐσέβειαν συναγόμενον, ὄργανον ἀσεβείας οἱ πονηροὶ πεποίηνται.

ΚΒʹ. Ταύτης ἀποτέλεσμα τῆς δυναστείας, ἡ πρό τερον μὲν τὴν τῆς ἁγίας καὶ καλλιπαρθένου Θέ κλας Σελεύκειαν, μετὰ δὲ τοῦτο τὴν μεγαλό πολιν ταύτην καταλαβοῦσα σύνοδος, ἃς ἐπὶ τοῖς καλλίστοις τέως γνωριζομένας, ἐπὶ τοῖς αἰσχίστοις ὀνομαστὰς πεποίηκεν· εἴτε τὸν Χαλάνης πύργον, ὃς καλῶς τὰς γλώσσας ἐμέρισεν (ὡς ὤφελόν γε κἀκεί νας! ἐπὶ κακῷ γὰρ ἡ συμφωνία), εἴτε τὸ Καϊάφα συνέδριον, ᾧ Χριστὸς κατακρίνεται, εἴτε τι ἄλλο τοιοῦτο τὴν σύνοδον ἐκείνην ὀνομαστέον, ἣ πάντα ἀνέτρεψε καὶ συνέχεεν. Τὸ μὲν εὐσεβὲς δόγμα καὶ 35.1108 παλαιὸν, καὶ τῆς Τριάδος συνήγορον καταλύσασα, τῷ βαλεῖν χάρακα, καὶ μηχανήμασι κατασεῖσαι τὸ ὁμοούσιον· τῇ δὲ ἀσεβείᾳ θύραν ἀνοίξασα, διὰ τῆς τῶν γεγραμμένων μεσότητος· πρόφασιν μὲν αἰδοῖ τῆς Γραφῆς, καὶ τῆς τῶν ἐγκρίτων ὀνομάτων χρήσεως, τὸ δὲ ἀληθὲς, τὸν ἄγραφον Ἀρειανισμὸν ἀντεισάγουσα. Τὸ γὰρ, Ὅμοιον κατὰ τὰς Γραφὰς, τοῖς ἁπλουστέροις δέλεαρ ἦν τῷ τῆς ἀσεβείας χαλκῷ περικείμενον, ἡ πρὸς πάντας ὁρῶσα τοὺς παριόντας εἰκὼν, ὁ κοινὸς τῶν ἀμφοτέρων ποδῶν κόθορνος, ἡ κατὰ πάντα ἄνεμον λίκμησις, ἐξουσίαν λα βοῦσα τὴν νεόγραφον