1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

πίστεως. Τῶν γὰρ ἄλλων ἁπάντων, ὅσοι τοῦ καθ' ἡμᾶς λόγου, τριχῆ νενεμημένων, καὶ πολλῶν μὲν ὄντων τῶν περὶ τὸν Υἱὸν ἀῤῥωστούντων, πλειόνων δὲ τῶν περὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἔνθα καὶ τὸ ἧττον ἀσεβεῖν εὐσέβεια ἐνομίσθη, ὀλίγου δὲ τῶν κατ' ἀμφότερα ὑγιαίνοντος· πρῶτος καὶ μόνος, ἢ κομιδῆ σὺν ὀλίγοις ἀποτολμᾷ τὴν ἀλήθειαν σαφῶς οὑτωσὶ καὶ διαῤῥή δην, τῶν τριῶν μίαν θεότητα καὶ οὐσίαν ἐγγράφως ὁμολογήσας· καὶ ὃ τῷ πολλῷ τῶν Πατέρων ἀρι θμῷ περὶ τὸν Υἱὸν ἐχαρίσθη πρότερον, τοῦτο 35.1124 περὶ τοῦ ἁγίου Πνεύματος αὐτὸς ἐμπνευσθεὶς ὕστε ρον, καὶ δῶρον βασιλικὸν ὄντως καὶ μεγαλοπρεπὲς τῷ βασιλεῖ προσενεγκὼν, ἔγγραφον τὴν εὐσέβειαν κατὰ τῆς ἀγράφου καινοτομίας· ἵνα βασιλεῖ μὲν βασιλεὺς, λόγῳ δὲ λόγος, γράμματι δὲ γράμμα κατα παλαίηται.

Λ∆ʹ. Ταύτην μοι δοκοῦσιν αἰδούμενοι τὴν ὁμολο γίαν, οἵ τε τῆς ἑσπερίας, καὶ τῆς ἑῴας, ὅσον βιώσι μον· οἱ μὲν μέχρι διανοίας ἄγειν τὸ εὐσεβὲς, εἴ τι λέγουσιν αὐτοῖς πιστευτέον, περαιτέρω δὲ μὴ προάγειν, ὥσπερ τι νεκρὸν κύημα ταῖς μητράσιν ἐναποθνῆσκον· οἱ δὲ μικρὸν ἐξάπτειν, ὥσπερ σπινθῆρας, ὅσον ἀφοσιοῦσθαι τὸν καιρὸν, ἢ τῶν ὀρθοδόξων τοὺς θερμοτέρους, ἢ τῶν λαῶν τὸ φιλό θεον· οἱ δὲ καὶ παῤῥησιάζεσθαι τὴν ἀλήθειαν, ἧς ἂν εἴην ἐγὼ μερίδος· οὐ γὰρ τολμῶ τι πλέον καυ χήσασθαι, μηκέτι τὴν ἐμὴν δειλίαν οἰκονομῶν, ὡς δὴ τὴν τῶν σαθροτέρων διάνοιαν (ἱκανῶς γὰρ ᾠκο νομήσαμεν, μήτε τὸ ἀλλότριον προσλαμβάνοντες, καὶ τὸ ἡμέτερον φθείροντες, ὃ κακῶν ὄντως ἐστὶν οἰκονό μων)· ἀλλ' εἰς φῶς ἄγων τὸν τόκον, καὶ μετὰ σπου δῆς ἐκτρέφων, καὶ ταῖς ἁπάντων ὄψεσι προτιθεὶς, ἀεὶ τελειούμενον.

ΛΕʹ. Τοῦτο μὲν οὖν ἧττον τῶν ἐκείνου θαυ μάζειν ἄξιον. Ὁ γὰρ ἔργῳ τῆς ἀληθείας προκινδυ νεύσας, τί θαυμαστὸν εἰ γράμματι ταύτην καθωμο λόγησεν; Ὃ δέ μοι μάλιστα τοῦ ἀνδρὸς θαυμάζειν ἔπεισι (καὶ ζημία τὸ σιωπᾷν, διὰ τὸν καιρὸν μάλιστα, πολλὰς φύοντα τὰς διαστάσεις), τοῦτο ἔτι προσ θήσω τοῖς εἰρημένοις· γένοιτο γὰρ ἄν τι παίδευμα καὶ τοῖς νῦν ἡ πρᾶξις, εἰ πρὸς ἐκεῖνον βλέποιμεν. Ὡς γὰρ ὕδατος ἑνὸς τέμνεται οὐ τοῦτο μόνον, ὅσον ἡ χεὶρ ἀφῆκεν ἀρυομένη, ἀλλὰ καὶ ὅσον τῇ χειρὶ περιεσχέθη τῶν δακτύλων ἐκρέον· οὕτω καὶ ἡμῶν οὐχ ὅσον ἀσεβὲς σχίζεται μόνον, ἀλλὰ καὶ ὅσον εὐ σεβέστερον, οὐ περὶ δογμάτων μόνον μικρῶν καὶ παρ ορᾶσθαι ἀξίων (ἧττον γὰρ ἂν ἦν τοῦτο δεινὸν), ἀλλ' ἤδη καὶ περὶ ῥημάτων εἰς τὴν αὐτὴν φερόντων διάνοιαν. Τῆς γὰρ μιᾶς οὐσίας, καὶ τῶν τριῶν ὑπο στάσεων λεγομένων μὲν ὑφ' ἡμῶν εὐσεβῶς (τὸ μὲν γὰρ τὴν φύσιν δηλοῖ τῆς θεότητος, τὸ δὲ τὰς τῶν τριῶν ἰδιότητας), νοουμένων δὲ καὶ παρὰ τοῖς Ἰτα λοῖς ὁμοίως, ἀλλ' οὐ δυναμένοις διὰ στενότητα 35.1125 τῆς παρ' αὐτοῖς γλώττης, καὶ ὀνομάτων πενίαν, δι ελεῖν ἀπὸ τῆς οὐσίας τὴν ὑπόστασιν, καὶ διὰ τοῦτο ἀντεισαγούσης τὰ πρόσωπα, ἵνα μὴ τρεῖς οὐσίαι πα ραδεχθῶσι, τί γίνεται; Ὡς λίαν γελοῖον, ἢ ἐλει νόν. Πίστεως ἔδοξε διαφορὰ ἡ περὶ τὸν ἦχον σμικρο λογία. Εἶτα Σαβελλισμὸς ἐνταῦθα ἐπενοήθη τοῖς τρισὶ προσώποις, καὶ Ἀρειανισμὸς ταῖς τρισὶν ὑποστάσεσι, τὰ τῆς φιλονεικίας ἀναπλάσματα. Εἶτα τί; Προστιθεμένου μικροῦ τινος ἀεὶ τοῦ λυποῦντος (ὃ λυπηρὸν ἡ φιλονεικία ποιεῖ), κινδυνεύει συναποῤ ῥαγῆναι ταῖς συλλαβαῖς τὰ πέρατα. Ταῦτ' οὖν ὁρῶν καὶ ἀκούων ὁ μακάριος ἐκεῖνος, καὶ ὡς ἀληθῶς ἄν θρωπος τοῦ Θεοῦ, καὶ μέγας τῶν ψυχῶν οἰκονόμος, οὐκ ᾠήθη δεῖν παριδεῖν τὴν ἄτοπον οὕτω καὶ ἄλογον τοῦ Λόγου κατατομήν· τὸ δὲ παρ' ἑαυτοῦ φάρ μακον ἐπάγει τῷ ἀῤῥωστήματι. Πῶς οὖν τοῦτο ποιεῖ; Προσκαλεσάμενος ἀμφότερα τὰ μέρη οὑτωσὶ πράως καὶ φιλανθρώπως, καὶ τὸν νοῦν τῶν λεγομένων ἀκριβῶς ἐξετάσας, ἐπειδὴ συμφρονοῦντας εὗρε καὶ οὐδὲν διεστῶτας κατὰ τὸν λόγον, τὰ ὀνόματα συγχωρήσας, συνδεῖ τοῖς πράγμασιν.

Λςʹ. Τοῦτο τῶν μακρῶν πόνων καὶ λόγων λυσιτελέστερον, οὓς πάντες ἤδη λογογραφοῦσιν· οἷς τι καὶ φιλοτιμίας συνέζευκται, καὶ διὰ τοῦτο ἴσως τι καὶ