1

 2

 3

 4

 5

 6

 7

2

τὸ κρατεῖν, ἐμοὶ δὲ οἱ στέφανοι. Τοσοῦτον προαρπάζω τὴν εὐκοσμίαν, καὶ οὕτως οἰκειοῦ μαι τὰ κατορθώματα!

∆ʹ. Πᾶσι μὲν δὴ μάρτυσι πανηγυριστέον, καὶ πᾶσιν ἀνοικτέον ἑτοίμως καὶ γλῶσσαν, καὶ ἀκοὴν, καὶ διά νοιαν, καὶ λέγοντάς τι προθύμως περὶ αὐτῶν καὶ ἀκούοντας, καὶ πάντα ἐλάττω νομίζοντας τῆς ἐκεί νων ἀθλήσεως. Καὶ γὰρ οὕτως ἔχει, πολλῶν ὄντων ἡμῖν εἰς ὁδηγίαν τοῦ κρείττονος, καὶ πολλῶν τῶν πρὸς ἀρετὴν παιδευμάτων, λόγου, νόμου, προφητῶν, ἀποστόλων, αὐτῶν τῶν Χριστοῦ παθημάτων, τοῦ πρώτου μάρτυρος ἐπὶ τὸν σταυρὸν ἀνελθόντος, κἀμὲ συναγαγόντος, ἵνα προσηλώσῃ τὴν ἐμὴν ἁμαρτίαν, καὶ τὸν ὄφιν θριαμβεύσῃ, καὶ τὸ ξύλον ἁγιάσῃ, καὶ τὴν ἡδονὴν νικήσῃ, καὶ τὸν Ἀδὰμ ἀνα σώσῃ, καὶ τὴν εἰκόνα πεσοῦσαν ἀνακαλέσηται· τοσ ούτων ὄντων ἡμῖν καὶ τοιούτων, οὐδὲν ἔλαττον ἡμῖν εἰς παιδαγωγίαν οἱ μάρτυρες, ὁλοκαυτώματα λογικὰ, θύματα τέλεια, προσφοραὶ δεκταὶ, τῆς ἀλη θείας κηρύγματα, τοῦ ψεύδους στηλιτεύματα, νόμου συμπλήρωσις, τοῦ γε πνευματικῶς νοουμένου, πλάνης κατάλυσις, κακίας διωγμὸς, ἁμαρτίας κατακλυσμὸς, κόσμου καθάρσιον.

Εʹ. Σὺ δέ μοι, Κυπριανὲ, τὸ τιμιώτατόν μοι καὶ πρᾶγμα καὶ ὄνομα, πλέον ἢ κατὰ τοὺς ἄλλους μάρτυρας (φθόνος γὰρ οὐδεὶς παρὰ μαρτύρων μάρτυσιν)· 35.1176 καὶ σοῦ διαφερόντως ἥττημαί τε τῆς ἀρετῆς, καὶ τῇ μνήμῃ κουφίζομαι, καὶ ὥσπερ ἔνθους ὑφ' ἡδονῆς γίνομαι, καί τινα τρόπον σύνειμί τε τῇ μαρτυρίᾳ, καὶ κοινωνῶ τῆς ἀθλήσεως, καὶ ὅλος πρὸς σὲ μετανίσταμαι· τάχα μὲν διὰ τὴν τῶν λόγων οἰκείωσιν, οἷς τοσοῦτον τῶν ἄλλων ἐκράτεις, ὅσον τὰ λογικὰ τῆς ἀλόγου φύσεως (συνεισέρχεται γὰρ, οὐκ οἶδ' ὅπως, φίλτρον τοῖς κατά τι συναπτομένοις, οὐχ ἧττον τοῖς λοιποῖς πράγμασιν, ἢ τοῖς περὶ ἀγχιστείαν αἵματος)· τάχα δὲ διὰ τὸ τῆς μεταβολῆς ἀθρόον τε καὶ παρά δοξον, ὃ κρεῖττον λόγου καὶ παραδείγματος. Ἐπεὶ γλυκὺ μὲν ἥλιος μετὰ νέφος, ᾧ τέως συνεκα λύπτετο· γλύκιον δὲ τὸ ἔαρ, ὅτι μετὰ χειμῶνος κατ ήφειαν· ἡδίων δὲ μειδιῶσα γαλήνη, καὶ θάλασσα ἡπλωμένη, καὶ ταῖς ἀκταῖς προσπαίζουσα μετὰ πνευμάτων στάσιν, καὶ ὠδίνοντα κύματα.

ςʹ. Οὗτος Κυπριανὸς, ὦ ἄνδρες (ἵνα οἱ μὲν εἰδότες, ἡδίους γένησθε τῇ ὑπομνήσει, οἱ δὲ ἀγνοοῦντες, μάθητε τὸ κάλλιστον τῶν ἡμετέρων διηγημάτων, καὶ τὴν κοινὴν Χριστιανῶν φιλοτιμίαν), οὗτος ἐκεῖνος, τὸ μέγα ποτὲ Καρχηδονίων ὄνομα, νῦν δὲ τῆς οἰκουμέ νης ἁπάσης, ὁ πλούτῳ περιφανὴς, καὶ δυναστείᾳ περίβλεπτος, καὶ γένει γνώριμος (εἴ γε μέγιστον εἰς εὐγενείας ἀπόδειξιν, συγκλήτου βουλῆς μετουσία καὶ προεδρία), τὸ τῆς νεότητος ἄνθος, τὸ τῆς φύσεως ἄγαλμα, τὸ τῶν λόγων κράτος, τῶν τε κατὰ φιλοσοφίαν, καὶ ὅσοι τῆς ἄλλης παιδεύσεως, καὶ τού των ὃ βούλει μέρος· ὡς μᾶλλον μὲν τὸ ποικίλον ἢ τὸ ἄκρον ἐν ἑκάστῳ θαυμάζεσθαι, μᾶλλον δὲ τὸ εὐδόκιμον ἐν ἑκάστῳ τῆς περὶ πάντα πολυμαθίας· ἢ, ἵνα διέλω σαφέστερον, τῶν μὲν τῷ ποικίλῳ, τῶν δὲ τῷ ἄκρῳ, ἔστι δὲ ὧν ἀμφοτέροις, πᾶσι δὲ πάντων ἐκράτει.

Ζʹ. Τῶν μὲν οὖν λόγων καὶ οἱ λόγοι μάρτυρες, οὓς πολλοὺς καὶ λαμπροὺς ἐκεῖνος ὑπὲρ ἡμῶν κατε βάλετο, ἐπειδή γε μετήνεγκε Θεοῦ φιλανθρωπίᾳ τὴν παίδευσιν, τοῦ ποιοῦντος τὰ πάντα καὶ μετασκευά ζοντος, πρὸς τὸ βέλτιον, καὶ τῷ λόγῳ τὴν ἀλο γίαν ὑπέκλινεν· τὸ δὲ ἐντεῦθεν, οὐκ οἶδ' ὅπως χρή σωμαι, τῷ λόγῳ καὶ τίς γένωμαι· πῶς μὲν μὴ μακρὸν ἀποτείνω λόγον, καὶ παντελῶς ἔξω τοῦ και ροῦ, πάντων τῶν Κυπριανοῦ μεμνημένος· πῶς δὲ μὴ τὰ μέγιστα ζημιώσω τοὺς παρόντας τοῖς σιωπωμέ νοις. Ἵν' οὖν μέσην βαδίσω τοῦ καιροῦ, καὶ τοῦ πό θου τῶν ἀκουόντων, οὕτω μοι δοκεῖ ποιητέον εἶναι· 35.1177 τὰ μὲν ἄλλα παρεῖναι τοῖς εἰδόσιν, ἐκδιδάσκειν τοὺς ἀγνοοῦντας, εἴπερ εἰσί τινες, ἵν' ἀμφότεροι εὐεργε τῶνται ὁμοίως, καὶ οἱ διδάσκοντες τὰ ἐκείνου, καὶ οἱ μανθάνοντες (ἐπειδὴ καὶ τὸ μεμνῆσθαι