1

 2

 3

 4

 5

 6

 7

3

τοῦ ἀν δρὸς, ἁγιασμὸς, καὶ μέγιστον εἰς παράκλησιν ἀρε τῆς ὁ λόγος)· ἑνὸς δὲ ἢ δύο τῶν ἐκείνου διὰ βραχέων ἐπιμνησθῆναι, καὶ τούτων ὅσα μηδὲ βουλομένῳ παρ ελθεῖν δυνατόν.

Ηʹ. Μνησθήσομαι δὲ τοῦ προτέρου βίου, καὶ ἥτις αὐτῷ γέγονε σωτηρίας ὁδὸς, καὶ τίς ἡ κλῆσις, καὶ ἡ πρὸς τὸ κρεῖττον μετάθεσις. Ἐκεῖνο μέν γε λίαν ἀγεννὲς καὶ μικρόψυχον, οἴεσθαι καθυβρίζεσθαι τὸν ἀθλητὴν τῇ μνήμῃ τῶν σκαιοτέρων. Ἐπεὶ οὕτω καὶ Παῦλος ἡμῖν οὐκ ἐπαινετὸς ὁ μέγας, καὶ Ματθαῖος ὁ τελώνης ἐν τοῖς κακίστοις, καὶ Κυπριανὸς αὐτός· ὁ μὲν τῶν προτέρων ἑαυτοῦ διωγμῶν μεμνημένος, καὶ τῆς τοῦ ζήλου μεταθέσεως, ἵν' ἐκ τοῦ παραλλή λου μᾶλλον δοξάσῃ τὸν εὐεργέτην· ὁ δὲ τὸν Τελώνην ἑαυτῷ προστιθεὶς ἐν τῇ τῶν μαθητῶν ἀπ αριθμήσει, ὥσπερ ἄλλο τι τῶν τιμίων ἐπίσημον· ὁ δὲ καὶ μακρῷ λόγῳ στηλιτεύων τὴν προτέραν ἑαυτοῦ κακίαν, ἵνα καὶ τοῦτο Θεῷ καρποφορήσῃ, τὴν ἐξ αγόρευσιν, καὶ πολλοῖς ὁδὸς γένηται τῆς χρηστοτέρας ἐλπίδος τῶν ἀπὸ κακίας ἐπιστρεφόντων. Τίς οὖν ἡ κακία, καὶ σκοπεῖτε, ὅση καὶ ἡλίκη τὸ μέγεθος· ∆αιμόνων ἦν θεραπευτὴς, ὁ Χριστοῦ μαθητὴς ὕστερον· καὶ διώκτης πικρότατος, ὁ μέγας τῆς ἀληθείας ἀγωνιστής· καὶ λόγῳ καὶ ἔργῳ ταράσσων τὴν ἡμε τέραν ὁδὸν, διὰ τὸ ἐν ἀμφοτέροις κράτος, ὁ κρά τιστος ἀμφότερα μετὰ τοῦτο Χριστιανοῖς. Ὅσον κα κὸν καὶ γοητεία τούτοις προστιθεμένη, τῶν ἐκεί νου τὸ γνωριμώτατον! ὅσῳ δεινότερον καὶ ἀπληστία σώματος, ἣ καὶ τοὺς τἄλλα σοφοὺς ἐκμαί νειν δύναται, καὶ χεῖρον φρονεῖν βιάζεται, καθά περ ὑβριστὴς πῶλος, τὸν λογισμὸν συναρπάζουσα!

Θʹ. Ἥκει δὲ ἡμῖν ἐπ' αὐτὸ τὸ κεφάλαιον ὁ λόγος. Καὶ μὴ πρὸς τὰ πρῶτά τις ὁρῶν Κυπριανοῦ, ταῖς ἡδοναῖς ἐφιέτω· τοῖς δὲ τελευταίοις σωφρονιζέσθω. Παρθένος τις ἦν τῶν εὐπατρίδων, καὶ κοσμίων. 35.1180 Ἀκούετε, παρθένοι, καὶ συναγάλλεσθε, μᾶλλον δὲ καὶ τῶν ὑπὸ ζυγὸν ὅσαι σώφρονές τε καὶ φιλοσώ φρονες· κοινὸν γὰρ ἀμφοτέραις καλλώπισμα τὸ διήγημα. Καὶ ἡ παρθένος καλὴ τῷ εἴδει σφόδρα· προσᾳδέτω ταύτῃ μεθ' ἡμῶν ὁ θεῖος ∆αβὶδ, Πᾶσα ἡ δόξα, λέγων, τῆς θυγατρὸς τοῦ βασιλέως ἔσω θεν, νύμφη Χριστοῦ γνησία, κάλλος ἀπόθετον, ἄγαλμα ἔμψυχον, ἀνάθημα ἄσυλον, τέμενος ἀνεπίβατον, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη (προσᾳδέτω γάρ τι καὶ Σολομὼν), μόνῳ Χριστῷ τη ρουμένη. Ταύτης ὁ μέγας ἥλω Κυπριανὸς, οὐκ οἶδ' ὅθεν καὶ ὅπως, τῆς πάντα ἀσφαλοῦς καὶ κοσμίας. Ψαύουσι γὰρ ὀφθαλμοὶ λίχνοι καὶ τῶν ἀψαύστων, τὸ προχειρότατον ὀργάνων καὶ ἀπληστότατον. Καὶ οὐχ ἥλω μόνον, ἀλλὰ καὶ ἐπείρα. Ὢ τῆς εὐηθείας, εἰ ταύτην συλήσειν ἤλπιζε, μᾶλλον δὲ τῆς ἀναισχυν τίας τοῦ τὰ τοιαῦτα τολμῶντός τε καὶ τολμᾷν πεί θοντος! Ἐκεῖνος καὶ εἰς τὸν παράδεισον ἀπ' ἀρχῆς παρέδυ κατὰ τοῦ πρώτου πλάσματος· καὶ μέσος ἀγγέλων ἵσταται τὸν Ἰὼβ ἐξαιτήσων· καὶ τὸ τελευ ταῖον, κατ' αὐτοῦ τολμᾷ τοῦ ∆εσπότου, τοῦ καταλύ σοντος αὐτὸν καὶ θανατώσοντος, καὶ πεῖραν προσάγει τῷ ἀπειράστῳ (ἐπειδὴ δεύτερον Ἀδὰμ εἶδε τοῦ Θεοῦ τὸ φαινόμενον), ὡς καὶ τοῦτον καταπα λαίσων. Ἠγνόει γὰρ, ὅτι περιπεσεῖται θεότητι, προσδραμὼν ἀνθρωπότητι. Τί οὖν θαυμαστὸν, εἰ καὶ διὰ Κυπριανοῦ πειρᾶται τῆς ἁγίας ψυχῆς, καὶ τοῦ ἀνεπάφου σώματος;

Ιʹ. Πλὴν ὁ μὲν ἐπείρα, καὶ προαγωγῷ χρῆται, οὐ γυναίῳ τινὶ παλαιῷ τῶν πρὸς ταῦτα ἐπιτηδείων, ἀλλὰ δαιμόνων τινὶ τῶν φιλοσωμάτων καὶ φιληδό νων· ἐπειδὴ ταχεῖαι πρὸς τὴν τῶν τοιούτων ὑπηρεσίαν αἱ ἀποστατικαὶ δυνάμεις καὶ φθονεραὶ, πολλοὺς κοινωνοὺς ζητοῦσαι τοῦ πτώματος. Καὶ ὁ μισθὸς τῆς προαγωγίας, θυσίαι τε καὶ σπονδαὶ, καὶ ἡ δι' αἱμάτων καὶ κνίσσης οἰκείωσις· τοιούτους γὰρ ἔδει μισθοὺς εἶναι τοῖς τὰ τοιαῦτα χαριζομένοις. Ἡ δὲ ὡς ᾔσθετο τοῦ κακοῦ, καὶ τὴν ἐπιβουλὴν ἔγνω (τα χύτεραι γὰρ αἱ καθαραὶ ψυχαὶ καὶ θεοειδεῖς πρὸς θήραν τοῦ ἐνεργοῦντος, κἂν ὅτι μάλιστα σοφιστικὸς ᾖ καὶ ποικίλος τὴν ἐπιχείρησιν), τί ποιεῖ, καὶ τί