1

 2

 3

 4

 5

 6

 7

 8

1

In laudem Heronis philosophi

ΛΟΓΟΣ ΚΕʹ.

Εἰς Ἡρῶνα τὸν φιλόσοφον.

Αʹ. Τὸν φιλόσοφον ἐπαινέσομαι, καὶ εἰ κάμνω τῷ σώματι· φιλόσοφον γάρ· ἐπαινέσομαι δὲ καὶ λίαν εἰκότως. Ὁ μὲν γὰρ φιλόσοφος, ἐγὼ δὲ σοφίας θεραπευτής· ὥστε μοι καὶ πρὸς λόγον ὁ ἔπαινος, ἵν', εἰ μή τι ἄλλο, τοῦτό γε φιλοσοφήσω, τὸ θαυμάζειν φιλόσοφον. Ἢ γὰρ φιλοσοφητέον, ὡς ὁ ἐμὸς λόγος, ἢ τιμητέον φιλοσοφίαν, εἴπερ μὴ μέλλοιμεν παντελῶς ἔξω τοῦ καλοῦ πίπτειν, μηδὲ ἀλογίαν κατακριθήσεσθαι λογικοὶ γεγονότες, καὶ διὰ λόγου πρὸς Λόγον σπεύδοντες. Φιλοσοφείτω δὲ ἡμῖν ὡς ἓν τῶν ἄλλων ὁ ἀνὴρ, τὸ ἐπαινεῖσθαι, καὶ καρτερείτω τὴν εὐφημίαν. Οὐ γὰρ ἵνα χαρισώμεθα ἐπαινεσόμεθα (ἴσμεν τοῦ φιλοσόφου τὸ ἀφιλότιμον, καὶ πρός γε οὐδὲν ἂν ὁ λό γος προσθείη τοῖς πράγμασιν, ὅτι μὴ καὶ τῆς ἀξίας ἐλαττώσῃ διὰ τῆς ἀσθενείας τῆς ἑαυτοῦ), ἀλλ' ἵν' ἡμᾶς αὐτοὺς ὠφελήσωμεν. Τοῦτο γὰρ οὐκ 35.1200 ἔτι περιφρονήσει φιλοσοφία, ᾗ γε τὸ εὖ ποιεῖν τι τὸν ἡμέτερον βίον, ἔργον καὶ σπούδασμα. Πρώτη δὲ τῶν εὐεργεσιῶν, τὸ ἐπαινεῖσθαι τὰ καλά. Ζήλου γὰρ ὁ ἔπαινος πρόξενος· ζῆλος δὲ, ἀρετῆς· ἀρετὴ δὲ, μακαριότητος· ἡ δὲ, τὸ ἄκρον τῶν ἐφετῶν, καὶ πρὸς ὃ τείνει πᾶσα σπουδαίου κίνησις.

Βʹ. ∆εῦρο δὴ οὖν, ὦ φιλοσόφων ἄριστε καὶ τελεώ τατε· προσθήσω δὲ, ὅτι καὶ μαρτύρων τῆς ἀληθείας. ∆εῦρό μοι τῆς νόθου σοφίας ἔλεγχε, τῆς ἐν λόγῳ κειμένης, καὶ δι' εὐγλωττίας γοητευούσης, ὑπὲρ δὲ τοῦτο μηδὲν διαρθῆναι, μήτε δυναμένης, μήτε θε λούσης· ὁ περιδέξιος τὴν ἀρετὴν, ὅση τε θεωρίας, καὶ ὅση πράξεως· ὁ τὰ ἡμέτερα φιλοσοφῶν ἐν ἀλλο τρίῳ τῷ σχήματι· τάχα δὲ οὐδὲ ἀλλοτρίῳ, εἴπερ ἀγ γελικὸν, ἡ λαμπροφορία, καὶ ἡ φαιδρότης, ὅταν τυπῶνται σωματικῶς· σύμβολον, οἶμαι, τοῦτο τῆς κατὰ τὴν φύσιν αὐτῶν καθαρότητος. ∆εῦρό μοι, φιλόσοφε, καὶ σοφὲ, (μέχρι γὰρ τίνος τὸ φιλεῖν σο φίαν, εἰ μηδαμοῦ σοφία;) καὶ κύων, οὐ τὴν ἀν αισχυντίαν, ἀλλὰ τὴν παῤῥησίαν· οὐδὲ τὸ γαστρί μαργον, ἀλλὰ τὸ ἐφήμερον· οὐδὲ τὴν ὑλακὴν, ἀλλὰ τὴν φυλακὴν τοῦ καλοῦ, καὶ τὸ ὑπὲρ τῶν ψυχῶν ἄγρυπνον, καὶ τὸ σαίνειν μὲν ὅσον κατ' ἀρετὴν οἰ κεῖον, ὑλακτεῖν δὲ ὅσον ἀλλότριον. ∆εῦρό μοι στῆθι τῶν ἱερῶν πλησίον, καὶ τῆς μυστικῆς ταύτης τραπέζης, κἀμοῦ τοῦ διὰ τούτων μυσταγωγοῦντος τὴν θέωσιν, οἷς σε προσάγει λόγος καὶ βίος, καὶ ἡ διὰ τοῦ παθεῖν κάθαρσις. ∆εῦρό σε ἀναδήσω τοῖς ἡμετέ ροις στεφάνοις, καὶ ἀνακηρύξω λαμπρᾷ τῇ φωνῇ, οὐκ ἐν Ὀλυμπίᾳ μέσῃ, οὐδὲ ἐν θεάτρῳ μικρῷ τῆς Ἑλλάδος, οὐδὲ ἠγωνισμένον παγκράτιον, ἢ πυγμὴν, ἢ δίαυλον, ἤ τι τῶν μικρῶν ἀγωνισμάτων, καὶ ἐπὶ μικροῖς τοῖς ἄθλοις, οὐδὲ εἰς τιμὴν ἡρώων τινὸς ἢ δαιμόνων, συμφορᾷ καὶ μύθῳ τετιμημένων (τοιαῦ τα γὰρ ἐκείνων τὰ σεμνά τε καὶ τίμια, χρόνον προσ λαβόντα τῆς ἀνοίας ἐπίκουρον, καὶ συνήθειαν ἔννομον)· ἀλλ' ἐναντίον Θεοῦ, καὶ ἀγγέλων, καὶ παν τὸς τοῦ τῆς Ἐκκλησίας πληρώματος· καὶ νενικηκότα ψεῦδος αἱρέσεων, εἰς τιμὴν Θεοῦ ζῶντος, καὶ τὸ πα 35.1201 θεῖν τοῖς οἰκείοις πάθεσιν ἐκδιδάσκοντος, καὶ ὧν ἆθλον, οὐρανῶν βασιλεία, καὶ Θεὸν γενέσθαι τοῦ πα θεῖν ὑψηλότερον.

Γʹ. Ἀλλὰ τίς ἡ ἀνάῤῥησις; Εἰ μὲν τὴν συντομωτέ ραν ποθεῖτε καὶ γνωριμωτέραν· Οὗτος τῆς ἀληθείας ἀγωνιστὴς ἀψευδέστατος, καὶ τῆς Τριάδος ὑπέρμαχος ἄχρις αἵματος, καὶ τῶν διωκόντων τῷ ποιεῖν κακῶς, τῷ πάσχειν προθύμως διώκτης· οὐδὲν γὰρ οὕτω νικᾷ τὸν διώκοντα, ὡς προθυμία τοῦ πάσχοντος. Εἰ δὲ τὴν τελεωτέραν καὶ πλατυτέραν· Οὗτος ἄριστος μὲν ἐξ ἀρίστων, καὶ