1

 2

 3

 4

 5

 6

 7

 8

2

ἐξ εὐγενῶν εὐγενέστατος. Εὐγένειαν δὲ λέγω, οὐχ ἣν οἱ πολλοὶ νομίζουσιν· ἄπαγε! Οὐ πρὸς ἡμῶν οὕτω θαυμάζειν, οὐδὲ φιλόσοφον, τὴν ἐκ μύθων καὶ τάφων ἐρχομένην καὶ πάλαι σεσηπυίας ὀφρύος· οὐδὲ τὴν ἐξ αἱμάτων καὶ γραμμάτων προσγινομένην, ἣν νύκτες χαρίζονται, καὶ βασι λέων ἴσως οὐδὲ εὐγενῶν χεῖρες, προστασσόντων, ὥσ περ ἄλλο τι, τὴν εὐγένειαν· ἀλλ' ἣν εὐσέβεια χα ρακτηρίζει καὶ τρόπος, καὶ ἡ πρὸς τὸ πρῶτον ἀγαθὸν ἄνοδος, ὅθεν γεγόναμεν. Ταύτης ἀπόδειξις μία τῆς εὐγενείας. Οὐ γὰρ ἀθλητὴς μόνον ἡμῖν ὁ γεννάδας, ἀλλὰ καὶ ἐκ μαρτύρων· ὥστε οἴκοθεν αὐτῷ τὸ τῆς ἀρετῆς παράδειγμα. Πολίτης δὲ, σοφίᾳ μὲν, τῆς οἰ κουμένης ἁπάσης (οὐδὲ γὰρ ἀνέχεται μικροῖς ὅροις Κυνικὴ περιγράφεσθαι)· σώματι δὲ, τῆς Ἀλεξανδρέων πόλεως, τῆς σὺν ὑμῖν, ἢ μεθ' ὑμᾶς εὐθέως ἀριθμουμένης· ἧς πᾶσι πάντων κρατούσης, θερμότης τὸ ἰδιαίτατον, καὶ ταύτης τὸ κάλλι στον, Χριστιανισμὸς, καὶ ἡ περὶ τοῦτο διάθεσις, ἐκ προαιρέσεως μὲν ἀρχομένη, τῇ δὲ φύσει βε βαιουμένη. Τῇ γὰρ εὐσεβείᾳ τὸ θερμὸν προσ χωρῆσαν, ζῆλος ἐγένετο· ζῆλος δὲ, ἀσφάλεια πί στεως.

∆ʹ. Τραφεὶς δὲ οὕτω καὶ παιδευθεὶς, ὡς εἰκὸς τὸν ἐκ τοιούτων γεγονότα καὶ τοιοῦτον ἐσόμενον, ἐπειδὴ βίων αἱρέσεως καιρὸς ἐδόκει (ἣν κρηπῖδα τοῦ πράττειν εὖ ἢ κακῶς ἐγὼ τίθεμαι), εἶδέ τι μέγα, καὶ νεανικὸν, καὶ τῶν πολλῶν ὑψηλότερον. Τρυφὴν μὲν ἀτιμάζει καὶ περιουσίαν, καὶ δυνάστειαν πλέον, ἢ τοὺς ἄλλους οἱ ταῦτα προέχοντες· καὶ τὴν μὲν ὡς πρώτην κακοπάθειαν, τὴν δὲ ὡς ἐσχάτην πενίαν, τὴν δὲ ὡς ἀσθένειαν τὴν ἀνωτάτω, διαπτύει καὶ ἀπο πέμπεται. Οὐδὲν γὰρ ἀγαθὸν εἶναι, ὃ μήτε βελτίους ποιεῖ τοὺς κεκτημένους, ἀλλὰ καὶ χείρους ὡς τὰ πολλά· μήτε διὰ τέλους παραμένει τοῖς ἔχουσι. Φιλο σοφίαν δὲ προΐσταται τὴν δέσποιναν τῶν παθῶν καὶ τῷ καλῷ προσβαίνει νεανικῶς, καὶ ἀπὸ τῆς ὕλης τέ 35.1204 μνεται, πρὶν διαζευχθῆναι τῆς ὕλης· καὶ τῶν ὁρωμένων κατεξανίσταται, μεγέθει φύσεως καὶ προ αιρέσεως εὐγενείᾳ, τοῖς ἑστῶσι προσθέμενος. Ἐπειδὴ οὕτω διενοήθη, τοῦτο μὲν οὐδὲ βουλῆς ἠξίωσε, ποτέ ραν δεῖ τῶν φιλοσοφιῶν ἑλέσθαι μᾶλλον, τὴν ἔξω καὶ παίζουσαν τὰς τῆς ἀληθείας σκιὰς ἐν τῷ τῆς φιλοσοφίας σχήματι καὶ προβλήματι, ἢ τὴν ἡμετέραν καὶ ταπεινὴν μὲν τῷ φαινομένῳ, ὑψηλὴν δὲ τῷ κρυπτομένῳ, καὶ πρὸς Θεὸν ἄγουσαν· ἀλλὰ πάσαις ψή φοις αἱρεῖται τὴν ἡμετέραν, μηδὲν ὅλως ἐπὶ τὰ χείρω παρατραπεὶς τὴν διάνοιαν, μηδὲ ὑπὸ τῆς τῶν λόγων κομψείας παρασυρεὶς, ᾗ μέγα φρονοῦσιν οἱ τὰ Ἑλλήνων φιλοσοφοῦντες. Ἐκεῖνο δὲ πρῶτον φιλοσοφεῖ, γνῶναι τῶν ἡμετέρων ὁδῶν τὴν αἱρετωτέραν τε καὶ λυσιτελεστέραν ἐπίσης αὐτῷ τε καὶ πᾶσι Χρι στιανοῖς. Πανταχοῦ γὰρ τῷ καθ' ἑαυτὸν καὶ τὸν κοι νὸν συλλαμβάνειν, ψυχῆς εἶναι τελεωτάτης τε καὶ φι λοσοφωτάτης ἐνόμιζεν. Οὐδὲ γὰρ ἑαυτῷ γεγενῆ σθαι μόνον ἕκαστον ἡμῶν, ἀλλὰ καὶ πᾶσιν, ὅσοι τῆς αὐτῆς μετέχουσι φύσεως, καὶ παρὰ τοῦ αὐτοῦ, καὶ ἐπὶ τοῖς αὐτοῖς γεγόνασιν.

Εʹ. Ὁρῶν δὲ τὸν μὲν ἐρημικὸν βίον καὶ ἰδιάζοντα. καὶ τῶν πολλῶν ἔκφυλον καὶ ἀλλότριον, μέγαν μὲν καὶ ὑψηλὸν, καὶ ὑπὲρ τὰ ἀνθρώπινα, μέχρις αὐτῶν δὲ μόνων τῶν κατορθούντων ἱστάμενον, καὶ τὸ τῆς ἀγάπης κοινωνικὸν καὶ φιλάνθρωπον ἀπαρνούμε νον, ἣν ἐν πρώτοις εἶναι τῶν ἐπαινουμένων ἐγίνω σκε· πρὸς δὲ καὶ ἀδοκίμαστον, ὡς οὔτε ἐν τοῖς πρά γμασι γυμναζόμενον, οὔτε ἄλλοις παραμετρούμενον· τὸ δὲ κοινωνικὸν καὶ ἐπίμικτον, πρὸς τῇ βασάνῳ τῆς ἀρετῆς, ἔτι καὶ εἰς τοὺς πολλοὺς διατεῖνον, καὶ θείας οἰκονομίας ἐγγὺς, ἣ καὶ πεποίηκε τὸ πᾶν, καὶ φιλίᾳ συνέδησε, καὶ τὸ ἡμέτερον γένος ἐκπεσὸν τοῦ καλοῦ διὰ τὴν ἐπεισελθοῦσαν κακίαν, ἐκ τῆς πρὸς ἡμᾶς ἐπιμιξίας καὶ ὁμιλίας πάλιν ἀνεκαλέσατο· ταῦτα διανοηθείς τε καὶ διελόμενος, καὶ ἅμα τὸν Ἑλληνικὸν τῦφον κολάσαι τῶν καλῶν εἶναι νομίσας, οἳ τῷ τρίβωνι καὶ τῇ ὑπήνῃ τὸ σεμνὸν ὑποδύονται· τί ποιεῖ, καὶ πῶς τὴν φιλοσοφίαν μεταχειρίζε ται; Μέσην τινὰ χωρεῖ τῆς τε ἐκείνων