1

 2

 3

 4

 5

 6

 7

 8

7

τοῦτο, πει θέτωσαν, καὶ ἐκ ποίων λόγων, ἢ θεολόγων. Σύγχει δὲ καὶ τὰς τῶν αἱρέσεων ἐπαναστάσεις, καὶ τοσούτῳ θερμότερον, ὅσῳ προπέπονθας. Γενναιότερον γὰρ ἐκ τοῦ παθεῖν τὸ φιλόσοφον, ὥσπερ ψυχρῷ σίδηρος ἔμ πυρος, οὕτω τοῖς κινδύνοις στομούμενον. Ὁρίζου δὲ καὶ τὴν ἡμετέραν εὐσέβειαν, διδάσκων ἕνα μὲν εἰδέ ναι Θεὸν ἀγέννητον, τὸν Πατέρα· ἕνα δὲ γεννητὸν Κύριον, τὸν Υἱόν· Θεὸν μὲν, ὅταν καθ' ἑαυτὸν λέγηται, προσαγορευόμενον· Κύριον δὲ, ὅταν μετὰ Πατρὸς ὀνομάζηται· τὸ μὲν διὰ τὴν φύσιν, τὸ δὲ διὰ τὴν μοναρχίαν. Ἓν δὲ Πνεῦμα ἅγιον, προελθὸν ἐκ τοῦ Πατρὸς, ἢ καὶ προϊόν· Θεὸν, τοῖς νοητῶς νοοῦσι τὰ παρακείμενα· τοῖς μὲν ἀσεβέσι καὶ πολεμούμενον, τοῖς δὲ ὑπὲρ τούτους νοούμενον, τοῖς πνευματικωτέροις δὲ καὶ λεγόμενον. Μήτε ὑπὸ ἀρχὴν ποιεῖν τὸν Πατέρα, ἵνα μὴ τοῦ πρώτου τι πρῶτον εἰσαγάγωμεν, ἐξ οὗ καὶ τὸ εἶναι πρώτῳ περιτραπήσεται· μήτε ἄναρχον τὸν Υἱὸν ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα μὴ τὸ Πατρὸς ἴδιον περιέλωμεν. Οὐκ ἄναρχα γὰρ, καὶ ἄναρχά πως· ὃ καὶ παράδοξον. Οὐκ ἄναρχα μὲν γὰρ τῷ αἰτίῳ· ἐκ Θεοῦ γὰρ, εἰ καὶ μὴ μετ' αὐτὸν, ὡς ἐξ ἡλίου φῶς· ἄναρχα δὲ τῷ χρόνῳ. Οὐ γὰρ ὑπὸ χρόνον, ἵνα μὴ τὸ ῥέον ᾖ τῶν ἑστώτων πρεσβύτερον, καὶ τῶν οὐσιῶν τὸ ἀνούσιον.

Ιςʹ. Μήτε ἀρχὰς τρεῖς, ἵνα μὴ Ἑλληνικὸν, ἢ τὸ 35.1221 πολύθεον· μήτε μίαν μὲν, Ἰουδαϊκὴν δὲ στενήν τινα, καὶ φθονερὰν, καὶ ἀδύνατον· ἢ τῷ ἀναλίσκειν εἰς ἑαυτὴν θεότητα, ὃ τοῖς προάγουσι μὲν ἐκ τοῦ Πατρὸς τὸν Υἱὸν, εἰς αὐτὸν δὲ πάλιν ἀναλύουσιν ἤρεσεν· ἢ τῷ καταβάλλειν τὰς φύσεις, καὶ ἀλλοτριοῦν θεότητος, ὃ τοῖς νῦν ἀρέσκει σοφοῖς, ὥσπερ δεδοικυῖαν μὴ ἀντεξάγωνται, ἢ μηδὲν δυναμένην ὑπὲρ τὰ κτίσματα. Μήτε ἀγέννητον τὸν Υἱὸν, εἷς γὰρ ὁ Πατήρ· μήτε Υἱὸν τὸ Πνεῦμα, εἷς γὰρ ὁ Μονογενής· ἵνα καὶ τοῦτο θεϊκὸν ἔχωσι τὸ μοναδικὸν, ὁ μὲν τῆς υἱότητος, τὸ δὲ τῆς προόδου, καὶ οὐχ υἱότητος. Ἀληθῶς πατέρα τὸν Πατέρα, καὶ πολύ γε τῶν παρ' ἡμῖν ἀληθέστερον, ὅτι μόνως, ἰδιοτρόπως γὰρ, καὶ οὐχ ὡς τὰ σώματα· καὶ μόνος, οὐ γὰρ μετὰ συζυγίας· καὶ μόνου, Μονογενοῦς γάρ· καὶ μόνον, οὐ γὰρ Υἱὸς πρότερον· καὶ ὅλον Πατὴρ, καὶ ὅλου, τὸ γὰρ ἡμέτερον ἄδηλον· καὶ ἀπ' ἀρχῆς, οὐ γὰρ ὕστερον. Ἀληθῶς υἱὸν τὸν Υἱὸν, ὅτι μόνος, καὶ μόνου, καὶ μόνως, καὶ μόνον· οὐ γὰρ καὶ Πατὴρ, καὶ ὅλον Υἱὸς, καὶ ὅλου, καὶ ἀπ' ἀρχῆς, οὔποτε τοῦ εἶναι Υἱὸς ἠργμένος· οὐ γὰρ ἐκ μεταμελείας ἡ θεότης, οὐδὲ ἐκ προκοπῆς ἡ θέωσις, ἵνα λείπῃ ποτὲ, τῷ μὲν τὸ εἶναι Πατρὶ, τῷ δὲ τὸ εἶναι Υἱῷ. Ἀληθῶς ἅγιον τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ καὶ ἄλλο τοιοῦτον, οὐδὲ οὕτως, οὐδὲ ἐκ προσθήκης ὁ ἁγιασμὸς, ἀλλ' αὐτοαγιότης· οὐδὲ μᾶλλον καὶ ἧττον, οὐδὲ ἀρξάμενον χρονικῶς ἢ παυσόμενον. Κοινὸν γὰρ Πατρὶ μὲν καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τὸ μὴ γεγονέναι, καὶ ἡ θεότης· Υἱῷ δὲ καὶ ἁγίῳ Πνεύματι, τὸ ἐκ τοῦ Πατρός. Ἴδιον δὲ Πατρὸς μὲν, ἡ ἀγεννησία· Υἱοῦ δὲ, ἡ γέννησις· Πνεύματος δὲ, ἡ ἔκπεμψις. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς, τί καταλείψεις τοῖς μόνοις γινώσκειν ἄλληλα, καὶ γινώσκεσθαι ὑπ' ἀλλήλων μαρτυρομένοις, ἢ καὶ ἡμῶν τοῖς ἐκεῖθεν ἐλλαμφθησομένοις ὕστερον;

ΙΖʹ. Γενοῦ τι τῶν εἰρημένων πρότερον, ἢ τοιοῦτος, καὶ τότε γνώσῃ τοσοῦτον, ὅσον ὑπ' ἀλλήλων γινώσκεσθαι. Νῦν δὲ δίδασκε τοσοῦτον εἰδέναι μόνον, μονάδα ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι προσκυνουμένην, παράδοξον ἔχουσαν καὶ τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν. Μὴ φοβηθῇς τὰ πάθη, γέννησιν ὁμολογῶν. Ἀπαθὲς γὰρ τὸ Θεῖον, καὶ εἰ γεγέννηκεν. Ἐγώ σοι τούτου ἐγγυητὴς, ὅτι θεϊκῶς, ἀλλ' οὐκ ἀνθρωπικῶς. Οὐδὲ γὰρ τὸ εἶναι αὐτῷ ἀνθρώπινον. Φοβήθητι δὲ χρόνον καὶ κτίσιν. Οὐ γὰρ 35.1224 Θεὸς, εἰ γέγονε, μὴ Θεῷ συνηγορῶν διακενῆς, Θεὸν ἀνέλῃς, ὁμόδουλον ποιῶν τὸ ὁμόθεον, ὃ καὶ σὲ τῆς δουλείας ἐλευθεροῖ, ἂν γνησίως ὁμολογῇς δεσποτείαν. Μὴ φοβηθῇς τὴν πρόοδον· οὐ γὰρ ἀνάγκην ἔχει Θεὸς, ἢ μὴ προβάλλειν, ἢ προβάλλειν ὁμοίως, ὁ πάντα πλούσιος· φοβήθητι δὲ τὴν ἀλλοτρίωσιν,