1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

παρούσῃ πληγῇ δυσφορεῖν ἡμᾶς, ἢ εἰς κακῶν βάθος ἐμπεσόντας καταφρονεῖν (ἔστι γάρ τι καὶ τοιοῦτο πάθημα ἐν τοῖς πολλοῖς), ἀλλὰ σωφρόνως ἔχειν πρὸς τὴν νουθεσίαν, καὶ μὴ τὴν μείζω προκαλεῖσθαι, διὰ τῆς πρὸς ταύτην ἀναι σθησίας.

ςʹ. ∆εινὸν ἀφορία γῆς, καὶ καρπῶν ἀπώλεια· πῶς δὲ οὒ, ἤδη ταῖς ἐλπίσιν εὐφραινόντων, καὶ ταῖς ἀποθήκαις πλησιαζόντων; Καὶ δεινὸν ἄωρος θερισμὸς, καὶ γεωργοὶ τοῖς πόνοις ἐπιστυγνάζοντες, καὶ οἷον νεκροῖς παρακαθήμενοι τοῖς γεννήμασιν, ἃ ὑπετὸς ἐξέθρεψεν ἥμερος, καὶ ἄγριος ἐξεθέρισεν· ὧν οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων· οὐδὲ τῆς εὐλογίας ἐπ' αὐτοῖς ἔτυχεν, ἣν χαρίζονται γεωργοῖς οἱ παρ άγοντες. Καὶ θέαμα ἐλεεινὸν, γῆ καθυβρισμένη, καὶ ἀποκειραμένη, καὶ τὸν ἑαυτῆς κόσμον οὐκ ἔχουσα. Ὃ θρηνεῖ μὲν ὁ μακάριος Ἰωὴλ, γῆς καταφθορὰν, καὶ λιμοῦ βάσανον, εἰ καί τις ἄλλος, ἐκτραγῳδήσας· θρηνεῖ δὲ προφήτης ἕτερος, τῇ πρότερον εὐ κοσμίᾳ τὴν τελευταίαν ἀκοσμίαν ἀντιτιθεὶς, ἐν οἷς φησι περὶ ὀργῆς Κυρίου διαλεγόμενος, θραύοντος γῆν· Τὰ ἔμπροσθεν αὐτοῦ παράδεισος τρυφῆς, καὶ τὰ ὄπισθεν πεδίον ἀφανισμοῦ. ∆εινὰ μὲν δὴ ταῦτα, καὶ πέρα δεινῶν, ἕως μόνα λυπεῖ τὰ παρόντα, καὶ οὔπω χαλεπωτέρας ἀνιᾷ πληγῆς αἴ σθησις· ἐπειδὴ, καθάπερ ἐν τοῖς νοσήμασι, τὸ λυποῦν ἀεὶ πάθος τοῦ μὴ παρόντος ἀνιαρώτερον· δεινότερα δ' ἔτι τούτων οἱ τῆς ὀργῆς τοῦ Θεοῦ θησαυροὶ παρ' ἑαυτοῖς κατέχουσιν, ὧν μὴ γένοιτο πεῖραν ὑμᾶς λαβεῖν· οὐδέ γε λήψεσθε πρὸς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καταφεύγοντες, καὶ τὸν θελητὴν τοῦ ἐλέους τοῖς δάκρυσιν ἕλκοντες, καὶ τὸ ἑξῆς τῆς ὀργῆς διὰ τῆς ἐπιστροφῆς ἀποστρέφοντες. Ἔτι πραότης ταῦτα, καὶ φιλανθρωπία, καὶ παίδευσις ἥμερος, καὶ στοιχεῖα 35.944 πληγῆς, νηπιότητα παιδαγωγούσης· ἔτι καπνὸς ὀργῆς, βασάνων προοίμιον· οὔπω δὲ πῦρ καταφλεγόμενον, ἡ ἀκμὴ τῆς κινήσεως· οὐδ' ἄνθρακες ἀναπτόμενοι, τὰ τελευταῖα τῆς μάστιγος· ἧς τὸ μὲν ἠπείλησε, τὸ δ' ἀνετείνατο, τὸ δὲ βίᾳ κατέσχε, τὸ δὲ ἐπήγαγεν· ὁμοίως καὶ τῇ πληγῇ παιδεύων καὶ τῇ ἀπειλῇ, καὶ ὁδοποιῶν τρίβον τῇ ὀργῇ αὐτοῦ, δι' ὑπερβολὴν ἀγαθότητος· ἀπὸ μὲν τῶν ἐλαττόνων ἀρχόμενος, ὥστε μὴ δεηθῆναι τῶν σφοδροτέρων· παιδεύων δὲ καὶ τοῖς μείζοσιν, εἰ πρὸς ταῦτα ἐκ βιασθείη.

Ζʹ. Οἶδα στιλβουμένην ῥομφαίαν, καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ, σφάζειν, ἐξουθενεῖν, ἀτεκνοῦν κελευομένην, ἕως σαρκῶν, καὶ μυελῶν, καὶ ὀστέων μὴ φείδεσθαι. Οἶδα, ὡς ἄρκτον ἀπορου μένην, τὸν ἀπαθῆ, καὶ ὡς πάρδαλιν ἀπαντῶντα κατὰ τὴν ὁδὸν Ἀσσυρίων, οὐ τῶν τότε μόνον, ἀλλὰ καὶ εἴ τις νῦν τὴν κακίαν Ἀσσύριος· καὶ οὐκ ἐνὸν φυγεῖν τὸ κράτος τῆς ὀργῆς αὐτοῦ καὶ τὸ τάχος, ὅταν γρηγορήσῃ ἐπὶ τὰ ἀσεβήματα ἡμῶν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ καταδιώκῃ ζῆλος, ἐσθίειν εἰδὼς τοὺς ὑπεναντίους. Οἶδα ἐκτιναγμὸν, καὶ ἀνατιναγμὸν, καὶ βρασμὸν, καὶ καρδίας θραυσμὸν, καὶ παράλυσιν γονάτων, καὶ τοιαῦτα ὄντα τὰ τῶν ἀσεβῶν ἐπιτίμια· ἐῶ γὰρ λέγειν τὰ ἐκεῖθεν δικαιωτήρια, οἷς ἡ ἐνταῦθα φειδὼ παραδίδωσιν, ὡς βέλτιον εἶναι νῦν παιδευθῆναι καὶ καθαρθῆναι, ἢ τῇ ἐκεῖθεν βασάνῳ παρα πεμφθῆναι, ἡνίκα κολάσεως καιρὸς, οὐ καθάρσεως. Ὥσπερ γὰρ θανάτου κρείττων ὁ ἐνταῦθα Θεοῦ μνημονεύων, καὶ κάλλιστα τῷ θείῳ ∆αβὶδ τοῦτο πεφιλοσόφηται· οὕτως οὐκ ἔστιν ἐν ᾅδῃ τοῖς ἀπελ θοῦσιν ἐξομολόγησις καὶ διόρθωσις. Συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα μὲν καὶ βίον καὶ πρᾶξιν, ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων ἐξέτασιν.

Ηʹ. Τί ποιήσομεν ἐν ἡμέρᾳ ἐπαγωγῆς, ᾗ με ἐκφοβεῖ τις τῶν προφητῶν, εἴτε δικαιολογίας τοῦ Θεοῦ πρὸς ἡμᾶς, εἴτε τῆς ἐπὶ τῶν ὀρέων καὶ βουνῶν, ὅπερ ἠκούσαμεν, εἴτε τῆς ὁποιασοῦν καὶ ἐφ' ὧν δήποτε γινομένης ὅταν διελέγχῃ τε πρὸς ἡμᾶς, καὶ ἀντικαθιστῆται κατὰ πρόσωπον ἡμῶν 35.945 ἱστὰς τὰ ἁμαρτήματα, τοὺς πικροὺς κατηγόρους, καὶ οἷς εὖ πεπόνθαμεν, ἃ ἠνομήσαμεν ἀντεξάγων, καὶ λογισμῷ λογισμὸν πλήσσων, καὶ πράξει πρᾶξιν εὐ θύνων, καὶ τὸ τῆς εἰκόνος ἀπαιτῶν