1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

τῷ θυμῷ σου· ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς, καὶ πα ρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, ἐξουδένω μα.

ΙΓʹ. Τούτοις ἐγὼ τοῖς λόγοις ἕλκω τὸν ἔλεον· εἰ δὲ καὶ ὁλοκαυτώμασιν ἢ θυσίαις ἦν ἐξιλάσασθαι περὶ τῆς ὀργῆς, οὐδὲ τούτων ἂν ἐφεισάμην. Ὑμεῖς δὲ καὶ αὐτοὶ μιμήσασθε δειλὸν ἱερέα· ναὶ, τέκνα ἀγαπη τὰ, ναὶ, θείας κοινωνοὶ καὶ νουθεσίας καὶ φιλανθρωπίας. Κτήσασθε τὰς ψυχὰς ὑμῶν ἐν δάκρυσι· στή σατε τὴν ὀργὴν, βελτίονα ποιήσαντες τὰ ἐπιτηδεύματα ὑμῶν. Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν· ταῦθ' ὑμῖν διακελεύεται μεθ' ἡμῶν Ἰωὴλ ὁ μακάριος. Συναγάγετε πρεσβυτέρους, νήπια θη λάζοντα μαστοὺς, ἡλικίαν ἐλεεινὴν, καὶ μάλιστα τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀξίαν. Οἶδα δὲ, ἃ κἀμοὶ τῷ λειτουργῷ Κυρίου καὶ ὑμῖν ἐντέλλεται, τοῖς τῆς αὐτῆς δόξης ἠξιωμένοις, εἰσελθεῖν ἐν σάκκοις, καὶ κόπτεσθαι νυκτὸς καὶ ἡμέρας ἀνὰ μέσον τῆς κρηπῖδος καὶ τοῦ θυσιαστηρίου, ἐλεεινοὺς τῷ σχή ματι, ἐλεεινοτέρους ταῖς φωναῖς, βοῶντας ἐκτενῶς ὑπέρ τε ἑαυτῶν καὶ τοῦ λαοῦ, φειδομένους μηδενὸς, μὴ κόπου, μὴ ῥήματος, οἷς Θεὸς ἐξιλάσκεται· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, λέγοντας, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, καὶ ὅσα ἑξῆς τῆς δεήσεως· τοσοῦτον πλέον ἔχοντας τῆς θλίψεως, ὅσον καὶ τῆς ἀξίας, δι' ἑαυτῶν παιδεύοντας τὸν λαὸν πρὸς κατάνυξιν, καὶ τῆς κακίας διόρθωσιν, καὶ τὴν ἑπο μένην τούτοις τοῦ Θεοῦ μακροθυμίαν, καὶ ἀνοχὴν τῆς μάστιγος.

Ι∆ʹ. ∆εῦτε οὖν πάντες, ἀδελφοὶ, προσκυνήσωμεν, καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον 35.953 Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Στησώμεθα κοινὸν πένθος, κατά τε ἡλικίας καὶ γένη διαιρεθέντες. Ὑψώσωμεν τὴν φωνὴν τῆς ἱκεσίας· ἀντὶ τῆς μισουμένης αὐτῷ κραυγῆς, ταύτην εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ἀνενέγκωμεν· Προφθάσωμεν αὐ τοῦ τὴν ὀργὴν ἐν ἐξομολογήσει. Βουληθῶμεν αὐτὸν ἰδεῖν, ὥσπερ ὠργισμένον, οὕτω καὶ μετατιθέ μενον. Τίς οἶδε, φησὶν, εἰ ἐπιστρέψει, καὶ μετα νοήσει, καὶ ὑπολείψεται εὐλογίαν; Οἶδα τοῦτο σαφῶς ἐγὼ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγγυη τής. Καὶ ὃ παρὰ φύσιν ἐστὶν αὐτῷ, τῆς ὀργῆς ἀφεὶς, ἐπὶ τὸ κατὰ φύσιν χωρήσει, τὸν ἔλεον. Εἰς ἐκεῖνο μὲν γὰρ ὑφ' ἡμῶν βιάζεται· πρὸς δὲ τοῦτο τὴν ὁρ μὴν ἔχει. Καὶ εἰ πατάσσει βιαζόμενος, πῶς οὐκ ἀνήσει τῇ φύσει χρώμενος; Μόνον ἡμᾶς αὐτοὺς ἐλεήσωμεν, τοῖς δικαίοις τοῦ Πατρὸς σπλάγχνοις ὁδὸν ἀνοίξαντες. Σπείρωμεν ἐν δάκρυσιν, ἵν' ἐν ἀγαλλιάσει θερίσωμεν. Γενώμεθα Νινευῗται, μὴ Σο δομῖται· θεραπεύσωμεν τὴν κακίαν, μὴ τῇ κακίᾳ συντελεσθῶμεν. Ἀκούσωμεν Ἰωνᾶ κηρύσσοντος, μὴ πυρὶ καὶ θείῳ κατακλυσθῶμεν. Κἂν ἐξέλθωμεν Σόδομα, προσβῶμεν τῷ ὄρει, καταφύγωμεν εἰς Σε γὼρ, ἀνίσχοντι συνεισέλθωμεν τῷ ἡλίῳ. Μὴ στῶμεν ἐν πάσῃ τῇ περιχώρῳ· μὴ περιβλεψώμεθα, μὴ παγῶμεν εἰς στήλην ἁλὸς, στήλην ὄντως ἀθάνατον, καὶ κατηγορίαν ψυχῆς εἰς κακίαν ἐπιστρεφούσης.

ΙΕʹ. Γνῶμεν, ὅτι τὸ μὲν μηδὲν ἁμαρτεῖν, ὄντως ὑπὲρ ἄνθρωπον, καὶ μόνου Θεοῦ· ἐῶ γὰρ περὶ ἀγγέ λων τι λέγειν, μὴ δῶμεν καιρὸν τοῖς πάθεσι, καὶ θύραν πονηραῖς ἀντιῤῥήσεσι· τὸ δὲ ἀθεράπευ τον, τῆς πονηρᾶς καὶ ἀντικειμένης ἐστὶ φύσεως, καὶ τῶν ὑπ' ἐκείνης ἐνεργουμένων. Τὸ δὲ ἁμαρτά νοντας ἐπιστρέφειν, ἀνθρώπων μὲν, ἀλλ' ἐπιεικῶν, καὶ τῆς σωζομένης μερίδος. Εἰ γὰρ καὶ ὁ χοῦς ἐπισύρεταί τι τῆς κακίας, καὶ τὸ γεῶδες σκῆνος βρί θει τὸν νοῦν ἄνω φερόμενον, ἢ ἄνω φέρεσθαι δεδη μιουργημένον· ἀλλ' ἡ εἰκὼν ἀνακαθαιρέτω τὴν ἰλὺν, καὶ ἄνω τιθέτω τὴν ὁμόζυγον σάρκα, τοῖς τοῦ λόγου πτεροῖς κουφίζουσα. Καὶ κρεῖττον μὲν, μήτε δεηθῆναι τοιαύτης καθάρσεως, μήτε καθ αρθῆναι, τοῦ πρώτου μένοντος ἡμῖν ἀξιώματος, 35.956 εἰς ὃ καὶ σπεύδομεν ἐκ τῆς ἐνταῦθα παιδαγω γίας, μηδὲ τοῦ ξύλου τῆς ζωῆς ἐκπεσεῖν τῇ πικρᾷ γεύσει τῆς ἁμαρτίας· κρεῖσσον δὲ, τοῦ μὴ παιδεύεσθαι πταίοντας, τὸ ἁμαρτάνοντας ἐπιστρέφε σθαι. Ὃν μὲν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, καὶ πα τρικὸν τὸ τῆς ἐπιτιμήσεως· ψυχὴ δὲ πᾶσα ἀνουθέτη τος, ἀθεράπευτος. Οὐκοῦν οὐ