1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

συνάγων ὅθεν οὐκ ἔσπειρε, καὶ θερίζων ὅπου μὴ διεσκόρπισε· γεωργῶν οὐ τὴν γῆν, ἀλλὰ τὴν χρείαν τῶν δεομένων. Ὁ δὲ ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ τὸν πάντα δεδωκότα Θεὸν ἀπεστέρησε, καὶ γέγονεν ἀχάριστός τε ὁμοῦ καὶ ἀνόητος· οὔτε ὑπὲρ ὧν ἔσχεν εὐχαριστήσας, οὔτε τὸ μέλλον, εἰ μή τι ἄλλο, διὰ τῆς εὐγνωμοσύνης 35.960 πραγματευσάμενος. Ὁ δὲ χήραν καὶ ὀρφανὸν οὐκ ἠλέησεν, οὐδὲ μετέδωκεν ἄρτου καὶ τροφῆς ὀλίγης τῷ δεομένῳ, μᾶλλον δὲ Χριστῷ τῷ τρεφομένῳ διὰ τῶν καὶ μικρῶς τρεφομένων· ὁ τὰ πολλὰ ἔχων ἴσως, καὶ παρ' ἐλπίδα, (τοῦτο γὰρ ἤδη τὸ ἀδικώτατον,) καὶ ταῖς πολλαῖς ἀποθήκαις στενοχωρούμενος, καὶ τὰς μὲν πληρῶν, τὰς δὲ καθαιρῶν, ἵνα τοῖς μέλλουσι καρποῖς οἰκοδομήσῃ μείζονας, ἀγνοῶν, ὅτι τῶν ἐλπίδων προαναρπάζεται, καὶ λόγον ὑφέξει τῆς ἐνταῦθα εὐπορίας καὶ τῆς φαντασίας, κακὸς οἰκονόμος ἀγαθῶν ἀλλοτρίων γενόμενος. Ὁ δὲ ὁδὸν ταπεινῶν ἐξέκλινε, καὶ ἐπλαγίασεν ἐν ἀδίκοις δίκαιον. Ὁ δὲ ἐμίσησεν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξατο. Ὁ δὲ ἔθυσε τῇ ἑαυτοῦ σαγήνῃ πολλὰ συναγούσῃ, καὶ τὴν ἁρπαγὴν τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ἔχων, ἢ οὐκ ἐμνήσθη Θεοῦ, ἢ κακῶς ἐμνήσθη, Εὐλογητὸς Κύριος, εἰπὼν, ὅτι πεπλουτήκαμεν· καὶ ὑπέλαβεν ἀνομίαν, ὡς παρ' αὐτοῦ ταῦτα ἔχων, ἐξ οὗ κολασθήσεται. ∆ιὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· διὰ ταῦτα, ἢ κλείεται οὐρανὸς, ἢ κακῶς ἀνοίγεται· καὶ πολλῷ μᾶλλον, εἰ μηδὲ πληγέντες ἐπιστρεφοίμεθα, καὶ τῷ ἐγγίζοντι φυσικῶς πλησιάζοιμεν.

ΙΘʹ. Τί πρὸς ταῦτα ἐροῦμεν, οἱ σιτῶναι, καὶ σιτοκάπηλοι, καὶ τηροῦντες τὰς τῶν καιρῶν δυσκολίας, ἵν' εὐπορήσωμεν, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφήσωμεν, καὶ κτησώμεθα, μὴ ὡς Ἰωσὴφ τὰ τῶν Αἰγυπτίων, ἐπ' οἰκονομίᾳ μείζονι (ἐκεῖνος γὰρ ᾔδει καὶ συναγαγεῖν καὶ σιτοδοτῆσαι καλῶς, ὥσπερ καὶ προγνῶναι τὸν λιμὸν, καὶ στῆναι πρὸς αὐτὸν πόῤῥωθεν), ἀλλ' ὡς παράνομοι τὰ τῶν ὁμοφύλων, οἱ λέγοντες· Πότε διελεύσεται ὁ μὴν, καὶ ἐμπωλήσομεν· καὶ τὰ Σάββατα, καὶ ἀνοίξομεν θησαυρούς; οἱ τοῖς δισσοῖς μέτροις καὶ σταθμίοις τὸ δίκαιον διαφθείροντες, καὶ τὸ μολιβδοῦν μέτρον τῆς ἀνομίας ἐφ' ἑαυτοὺς κλίνοντες; Τί πρὸς ταῦτα ἐροῦμεν, οἱ μηδὲν πέρας εἰδότες κτήσεως· οἱ προσκυνοῦντες τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ὥσπερ τὴν Βάαλ οἱ πάλαι, καὶ τὴν Ἀστάρτην, καὶ τὸ Χαμὼς βδέλυγμα· οἱ περιέποντες τῶν λίθων τὰς πολυτελείας καὶ διαυγείας, καὶ τῆς ἐσθῆτος τὴν μαλακήν τε καὶ περιῤῥέουσαν, σητῶν δαπάνην, καὶ λῃστῶν, 35.961 καὶ τυράννων, καὶ κλεπτῶν θησαυρίσματα· οἱ πλήθει γαυριῶντες ἀνδραπόδων καὶ τετραπόδων· οἱ τοῖς πεδίοις ἐμπλατυνόμενοι καὶ τοῖς ὄρεσι, καὶ τὰ μὲν ἔχοντες, τὰ δὲ προσλαμβάνοντες, τὰ δὲ μέλλοντες, κατὰ τὴν Σολομόντειον βδέλλαν ἐμπλησθῆναι μὴ δυναμένην, ὁμοίως ᾅδῃ, καὶ γῇ, καὶ πυρὶ, καὶ ὕδατι, καὶ ζητοῦντες οἰκουμένην ἑτέραν εἰς κτῆσιν, καὶ τοῖς τοῦ Θεοῦ ὁρίοις καταμεμφόμενοι ὡς μικροτέροις ἢ κατὰ τὴν ἑαυτῶν ἐπιθυμίαν καὶ ἀπληστίαν; Τί δαὶ, οἱ τοῖς ὑψηλοῖς θρόνοις ἐγκαθεζόμενοι, καὶ τὴν ἀρχικὴν σκηνὴν αἴροντες, καὶ τὴν ὀφρὺν τῶν θεάτρων ὑψηλοτέραν, καὶ μὴ λογιζόμενοι τὸν ἐπὶ πᾶσι Θεὸν, καὶ τὸ ἀπρόσιτον ὕψος τῆς ἀληθινῆς βασιλείας, ἵν' ὡς ὁμοδούλων τῶν ὑπηκόων ἄρχωσιν, οἱ τῆς ἴσης δεόμενοι φιλανθρωπίας; Σκόπει δέ μοι καὶ τοὺς κατασπαταλῶντας ἐπὶ κλινῶν ἐλεφαντίνων, ὧν καλῶς ὁ θεῖος Ἀμὼς καθάπτεται, καὶ τὰ πρῶτα μύρα χριομένους, καὶ τῇ φωνῇ τῶν ὀργάνων ἐπικροτοῦντας, καὶ τῶν φευγόντων ὡς ἱσταμένων ἐξηρτημένους· ἀλλὰ μὴ τῇ συντριβῇ τοῦ Ἰωσὴφ συναλγοῦντάς τε καὶ συμπάσχοντας· δέον χρηστοὺς εἶναι τοῖς προεμπεσοῦσι, καὶ τῷ ἐλέῳ κτᾶσθαι τὸν ἔλεον· ὀλολύζειν πίτυν, ὅτι πέπτωκε κέδρος, καὶ νουθετεῖσθαι τῇ τῶν πλησίων πληγῇ, καὶ διὰ τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι, τοσοῦτον πλέον ἔχοντας τῶν προειληφότων, ὅσον αὐτοὺς δι' ἐκείνων σωθῆναι, ἀλλὰ μὴ δι' αὐτῶν ἑτέρους σωφρονισθῆναι.