1

 2

 3

 4

 5

 6

 7

 8

 9

9

Κʹ. Ταῦτα συμφιλοσόφησον ἡμῖν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, καὶ πολλὴν ἐμπειρίαν τῷ μακρῷ χρόνῳ συλλεξαμένη, ἐξ ἧς σοφία γίνεται. Τούτοις τὸν λαόν σου κατάρτισαι. ∆ίδαξον διαθρύπτειν πεινῶσι τὸν ἄρτον, καὶ πτωχοὺς ἀστέγους συνάγειν, καὶ γυμνότητα περιστέλλειν, καὶ μὴ περιορᾷν τοὺς ἀφ' αἵματος· καὶ νῦν μάλιστα, ἵν' ᾖ τὸ ἀγαθὸν ἡμῶν ἐκ τῆς χρείας, μὴ τοῦ περισσεύματος· ᾗ μᾶλλον καρποφορίᾳ Θεὸς εὐφραίνεται, ἢ πλήθει τῆς εἰσφορᾶς καὶ μεγέθει τῆς ἐπιδόσεως. Ἐπὶ τούτοις, καὶ πρὸ τούτων, γενοῦ μοι Μωσῆς, ἢ Φινεὲς σήμερον. Στῆθι περὶ ἡμῶν, καὶ ἐξίλασαι· καὶ κοπασάτω ἡ θραῦσις, εἴτε διὰ θυσίας πνευματικῆς, εἴτε δι' εὐχῆς καὶ λογικῆς ἐντεύξεως. Ἐπίσχες τὴν ὀργὴν Κυρίου τῇ μεσιτείᾳ· στῆσον τὴν ἀκολουθίαν τῆς μάστιγος. Οἶδεν αἰδεῖσθαι πατρὸς πολιὰν ὑπὲρ τέκνων πρεσβεύουσαν. ∆εήθητι περὶ τῆς παρελθούσης κακίας· τὸ μέλλον ἐγγύησαι. Προσάγαγε 35.964 λαὸν πληγῇ καὶ φόβῳ κεκαθαρμένον. Αἴτησαι τὴν σωματικὴν τροφήν· αἴτησαι πρὸ ταύτης καὶ τὴν ἀγγελικὴν ἐξ οὐρανοῦ καταβαίνουσαν. Ἂν τοῦτο ποιήσῃς, οἰκειώσεις Θεὸν, ἡμερώσεις οὐρανὸν, ἀποδώσεις ὑετὸν πρώιμόν τε καὶ ὄψιμον· Ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς, ἡ κάτω γε, τὸν ἐφήμερον, καὶ ὁ χοῦς ἡμῶν, τὸν αἰώνιον, ὃν ταῖς θείαις ληνοῖς ἐναποθησόμεθα διὰ σοῦ, προσάγοντος ἡμᾶς τε καὶ τὰ ἡμέτερα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.