1

 2

 3

 4

 5

 6

 7

1

In pentecosten

ΛΟΓΟΣ ΜΑʹ.

Τοῦ αὐτοῦ εἰς τὴν Πεντηκοστήν. Αʹ. Περὶ τῆς ἑορτῆς βραχέα φιλοσοφήσωμεν, ἵνα πνευματικῶς ἑορτάσωμεν. Ἄλλη μὲν γὰρ ἄλλῳ 36.429 πανήγυρις· τῷ δὲ θεραπευτῇ τοῦ Λόγου λόγος, καὶ λόγων ὁ τῷ καιρῷ προσφορώτατος. Καὶ οὐδὲν οὕτως εὐφραίνει καλὸν τῶν φιλοκάλων οὐδένα, ὡς τὸ πανηγυρίζειν πνευματικῶς τὸν φιλέορτον. Σκο πῶμεν δὲ οὕτως· Ἑορτάζει καὶ Ἰουδαῖος, ἀλλὰ κατὰ τὸ γράμμα· τὸν γὰρ σωματικὸν διώκων νό μον, εἰς τὸν πνευματικὸν νόμον οὐκ ἔφθασεν. Ἑορτάζει καὶ Ἕλλην, ἀλλὰ κατὰ τὸ σῶμα, καὶ τοὺς ἑαυτοῦ θεούς τε καὶ δαίμονας· ὧν οἱ μὲν εἰσὶ παθῶν δημιουργοὶ κατ' αὐτοὺς ἐκείνους, οἱ δὲ ἐκ παθῶν ἐτιμήθησαν. ∆ιὰ τοῦτο ἐμπαθὲς αὐτῶν καὶ τὸ ἑορτάζειν· ἵν' ᾖ τιμὴ Θεοῦ τὸ ἁμαρ τάνειν, πρὸς ὃν καταφεύγει τὸ πάθος, ὡς σεμνο λόγημα. Ἑορτάζομεν καὶ ἡμεῖς, ἀλλ' ὡς δοκεῖ τῷ Πνεύματι. ∆οκεῖ δὲ, ἢ λέγοντάς τι τῶν δεόν των, ἢ πράττοντας. Καὶ τοῦτό ἐστι τὸ ἑορτάζειν ἡμῶν, ψυχῇ τι θησαυρίσαι τῶν ἑστώτων καὶ κρα τουμένων, ἀλλὰ μὴ τῶν ὑποχωρούντων καὶ λυομέ νων, καὶ μικρὰ σαινόντων τὴν αἴσθησιν, τὰ πλείω δὲ, λυμαινομένων τε καὶ βλαπτόντων, κατά γε τὸν ἐμὸν λόγον. Ἀρκετὸν γὰρ τῷ σώματι ἡ κακία αὐτοῦ. Τί δὲ δεῖ τῇ φλογὶ πλείονος ὕλης, ἢ τῷ θηρίῳ δαψιλεστέρας τροφῆς, ἵνα μᾶλλον δυσκάθεκτον γένηται, καὶ τοῦ λογισμοῦ βιαιότερον;

Βʹ. ∆ιὰ ταῦτα μὲν οὖν ἑορταστέον πνευματικῶς. Ἀρχὴ δὲ τοῦ λόγου (ῥητέον γὰρ, καὶ εἰ μικρόν τι παρεκβατικώτερος ἡμῖν ὁ λόγος, καὶ φιλοπονη τέον τοῖς φιλολόγοις, ἵν' ὥσπερ ἥδυσμά τι τῇ πανηγύρει συγκαταμίξωμεν)· Τὴν ἑβδομάδα τιμῶ σιν Ἑβραίων παῖδες, ἐκ τῆς Μωϋσέως νομοθεσίας, ὥσπερ οἱ Πυθαγορικοὶ τὴν τετρακτὺν ὕστερον, ἣν δὴ καὶ ὅρκον πεποίηνται· καὶ τὴν ὀγδοάδα καὶ τριακάδα, οἱ ἀπὸ Σίμωνος, καὶ Μαρκίωνος, οἷς δὴ καὶ ἰσαρίθμους τινὰς Αἰῶνας ἐπονομάζουσι, καὶ τιμῶσιν. Οὐκ οἶδα μὲν οἷστισι λόγοις ἀναλο γίας, ἢ κατὰ τίνα τοῦ ἀριθμοῦ τούτου δύναμιν, τιμῶσι δ' οὖν. Τὸ μὲν πρόδηλον, ὅτι ἐν ἓξ ἡμέ ραις ὁ Θεὸς τὴν ὕλην ὑποστήσας τε καὶ μορφώ σας, καὶ διακοσμήσας παντοίοις εἴδεσι καὶ συγ κρίμασι, καὶ τὸν νῦν ὁρώμενον τοῦτον κόσμον ποιήσας, τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων, ὡς δηλοῖ καὶ ἡ τοῦ Σαββάτου προσηγορία, κατάπαυσιν Ἑβραϊκῶς σημαίνουσα. Εἰ δέ τις καὶ ὑψηλότερος περὶ ταῦτα λόγος, ἄλλοι φιλοσοφείτω σαν. Ἡ τιμὴ δὲ αὐτοῖς, οὐκ ἐν ἡμέραις μόνον, ἀλλὰ καὶ εἰς ἐνιαυτοὺς φθάνουσα. Ἡ μὲν οὖν τῶν 36.432 ἡμερῶν, τὸ Σάββατον, τοῦτο δηλοῖ τὸ συνεχῶς παρ' αὐτοῖς τιμώμενον, καθὸ καὶ ἡ τῆς ζύμης ἄρ σις ἰσάριθμος· ἡ δὲ τῶν ἐτῶν, ὁ ἑβδοματικὸς ἐνιαυ τὸς τῆς ἀφέσεως. Καὶ οὐκ ἐν ἑβδομάσι μόνον, ἀλλὰ καὶ ἐν ἑβδομάσιν ἑβδομάδων, ὁμοίως ἔν τε ἡμέραις καὶ ἔτεσιν. Αἱ μὲν οὖν τῶν ἡμερῶν ἑβδομάδες γεννῶσι τὴν Πεντηκοστὴν, κλητὴν ἁγίαν παρ' αὐτοῖς ἡμέραν· αἱ δὲ τῶν ἐτῶν, τὸν Ἰωβυ λαῖον παρ' αὐτοῖς ὀνομαζόμενον, ὁμοίως γῆς τε ἄφεσιν ἔχοντα, καὶ δούλων ἐλευθερίαν, καὶ κτήσεων ὠνητῶν ἀναχώρησιν. Καθιεροῦσι γὰρ, οὐ γεννημάτων μόνον, οὐδὲ πρωτοτόκων, ἀλλ' ἤδη καὶ ἡμερῶν καὶ ἐτῶν ἀπαρχὰς τῷ Θεῷ τοῦτο τὸ γένος. Οὕτως ὁ ἑπτὰ τιμώμενος ἀριθμὸς τὴν τιμὴν τῆς Πεντηκοστῆς συνεισήγαγεν. Ὁ γὰρ ἑπτὰ ἐπὶ ἑαυτὸν συντιθέμενος, γεννᾷ τὸν πεντήκοντα, μιᾶς δεούσης ἡμέρας, ἣν ἐκ τοῦ μέλλοντος αἰῶνος προσειλήφαμεν, ὀγδόην τε οὖσαν τὴν αὐτὴν καὶ πρώτην, μᾶλλον δὲ μίαν καὶ ἀκατάλυτον. ∆εῖ γὰρ ἐκεῖσε καταλῆξαι τὸν ἐνταῦθα Σαββατισμὸν τῶν ψυχῶν, ὡς