1

 2

 3

 4

 5

 6

 7

3

σωματικῆς ἐνδημίας· ὀκνῶ γὰρ εἰπεῖν τὰ τοῦ σώματος, ἕως ἂν μηδεὶς πείθῃ με λόγος, ὅτι κάλλιον ἀπεσκευά σθαι τοῦ σώματος. Τὰ δὲ τοῦ Πνεύματος ἄρχε ται. Τίνα δὲ ἦν τὰ τοῦ Χριστοῦ; Παρθένος, γέννησις, φάτνη, σπαργάνωσις, ἄγγελοι δοξάζοντες, ποιμένες προστρέχοντες, ἀστέρος δρόμος, μάγων προσ κύνησις καὶ δωροφορία, Ἡρώδου παιδοφονία, φεύγων Ἰησοῦς εἰς Αἴγυπτον, ἐπανιὼν ἐξ Αἰγύπτου, περι τεμνόμενος, βαπτιζόμενος, μαρτυρούμενος ἄνωθεν, πειραζόμενος, λιθαζόμενος δι' ἡμᾶς, οἷς τύπον ἔδει δοθῆναι τῆς ὑπὲρ τοῦ λόγου κακοπαθείας, προ διδόμενος, προσηλούμενος, θαπτόμενος, ἀνιστάμενος, ἀνερχόμενος, ὧν καὶ νῦν πάσχει πολλά· παρὰ μὲν τῶν μισοχρίστων, τὰ τῆς ἀτιμίας καὶ φέρει (μακρό θυμος γάρ)· παρὰ δὲ τῶν φιλοχρίστων, τὰ τῆς ἐπι τιμίας. Καὶ ἀναβάλλεται, ὥσπερ ἐκείνοις τὴν ὀργὴν, οὕτως ἡμῖν τὴν χρηστότητα· τοῖς μὲν ἴσως μετανοίας διδοὺς καιρὸν, ἡμῶν δὲ δοκιμάζων τὸν πόθον, εἰ μὴ ἐκκακοῦμεν ἐν ταῖς θλίψεσι καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν· ὥσπερ ἄνωθεν θείας οἰκονομίας λόγος, καὶ τῶν ἀνεφίκτων αὐτοῦ κριμάτων, οἷς εὐθύ νει σοφῶς τὰ ἡμέτερα. Τὰ μὲν δὴ Χριστοῦ τοιαῦτα· καὶ τὰ ἑξῆς ὀψόμεθα ἐνδοξότερα, καὶ ὀφθείημεν. Τὰ δὲ τοῦ Πνεύματος, παρέστω μοι τὸ Πνεῦμα, καὶ δι δότω λόγον, ὅσον καὶ βούλομαι· εἰ δὲ μὴ τοσοῦτον, ἀλλ' ὅσος γε τῷ καιρῷ σύμμετρος. Πάντως δὲ 36.437 παρέσται δεσποτικῶς, ἀλλ' οὐ δουλικῶς, οὐδὲ ἀναμέ νον ἐπίταγμα, ὥς τινες οἴονται. Πνεῖ γὰρ ὅπου θέλει, καὶ ἐφ' οὓς βούλεται, καὶ ἡνίκα, καὶ ὅσον. Οὕ τως ἡμεῖς καὶ νοεῖν καὶ λέγειν ἐμπνεόμεθα περὶ τοῦ Πνεύματος.

ςʹ. Τὸ Πνεῦμα τὸ ἅγιον οἱ μὲν εἰς κτίσμα κατ άγοντες, ὑβρισταὶ, καὶ δοῦλοι κακοὶ, καὶ κακῶν κάκιστοι. ∆ούλων γὰρ κακῶν, ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ποιεῖν ἑαυτοῖς τὸ ἐλεύθερον. Οἱ δὲ Θεὸν νομίζοντες, ἔνθεοι καὶ λαμπροὶ τὴν διάνοιαν. Οἱ δὲ καὶ ὀνομάζοντες, εἰ μὲν εὐγνώμοσιν, ὑψηλοί· εἰ δὲ ταπεινοῖς, οὐκ οἰκονο μικοί· πηλῷ μαργαρίτην πιστεύοντες, καὶ ἀκοῇ σα θρᾷ βροντῆς ἦχον, καὶ ὀφθαλμοῖς ἀσθενεστέροις ἥλιον, καὶ τροφὴν στερεὰν τοῖς ἔτι γάλα ποτιζομένοις· δέον κατὰ μικρὸν προάγειν αὐτοὺς εἰς τὸ ἔμπρο σθεν, καὶ προβιβάζειν τοῖς ὑψηλοτέροις, φωτὶ φῶς χαριζομένους, καὶ ἀληθείᾳ προξενοῦντας ἀλήθειαν· διὸ καὶ ἡμεῖς τὸν τελεώτερον τέως ἀφέντες λόγον (οὔπω γὰρ καιρὸς), οὕτως αὐτοῖς διαλεξόμεθα.

Ζʹ. Εἰ μὲν οὐδὲ ἄκτιστον, ὦ οὗτοι, ὁμολογεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ ἄχρονον, τοῦ ἐναντίου πνεύ ματος σαφῶς ἡ ἐνέργεια· δότε γὰρ τῷ ζήλῳ τι καὶ παρατολμῆσαι μικρόν. Εἰ δὲ τοσοῦτον γοῦν ὑγιαίνετε, ὥστε τὴν πρόδηλον φεύγειν ἀσέβειαν, καὶ τῆς δου λείας ἔξω τιθέναι τὸ καὶ ἡμᾶς ποιοῦν ἐλευθέ ρους, τὸ ἑξῆς αὐτοὶ σκέψασθε, μετὰ τοῦ ἁγίου Πνεύ ματος, καὶ ἡμῶν. Πείθομαι γὰρ ποσῶς τούτου μετ έχειν ὑμᾶς, καὶ ὡς οἰκείοις ἤδη συνδιασκέψομαι. Ἢ δότε μοι τὸ μέσον τῆς δουλείας, καὶ τῆς δε σποτείας, ἵν' ἐκεῖ θῶ τὴν ἀξίαν τοῦ Πνεύματος· ἢ τὴν δουλείαν φεύγοντες, οὐκ ἄδηλον, ὅποι τάξετε τὸ ζητούμενον. Ἀλλὰ ταῖς συλλαβαῖς δυσχεραίνετε, καὶ προσπταίετε τῇ φωνῇ, καὶ λίθος προσκόμματος ὑμῖν τοῦτο γίνεται, καὶ πέτρα σκανδάλου, ἐπεὶ καὶ Χριστὸς τισίν. Ἀνθρώπινον τὸ πάθος. Συμβῶμεν ἀλλήλοις πνευματικῶς. Γενώμεθα φιλάδελφοι μᾶλ λον, ἢ φίλαυτοι. ∆ότε τὴν δύναμιν τῆς θεότητος, καὶ δώσομεν ὑμῖν τῆς φωνῆς τὴν συγχώρησιν· ὁμο 36.440 λογήσατε τὴν φύσιν ἐν ἄλλαις φωναῖς, αἷς αἰδεῖσθε μᾶλλον· καὶ ὡς ἀσθενεῖς ὑμᾶς ἰατρεύσομεν· ἔστιν ἃ καὶ τῶν πρὸς ἡδονὴν παρακλέψαντες. Αἰσχρὸν μὲν γὰρ, αἰσχρὸν, καὶ ἱκανῶς ἄλογον, κατὰ ψυχὴν ἐῤῥωμένους, μικρολογεῖσθαι περὶ τὸν ἦχον, καὶ κρύπτειν τὸν θησαυρὸν, ὥσπερ ἄλλοις βασκαίνοντας, ἢ μὴ καὶ τὴν γλῶσσαν ἁγιάσητε δεδοικότας· αἴσχιον δὲ ἡμῖν ὃ ἐγκαλοῦμεν παθεῖν, καὶ μικρολο γίαν καταγινώσκοντας, αὐτοὺς μικρολογεῖσθαι περὶ τὰ γράμματα.