1

 2

 3

 4

 5

 6

 7

6

ζητηθὲν παρὰ Ἑλισσαίου διπλάσιον· καὶ, πνεύματι ἀγαθῷ καὶ ἡγεμονικῷ ∆αβὶδ ὁδηγούμενός τε καὶ στηριζόμε νος. Ἐπηγγέλθη δὲ, ὑπὸ μὲν Ἰωὴλ πρότερον· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγοντος· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα 36.448 (δηλαδὴ τὴν πιστεύουσαν), καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν, καὶ τὰ ἑξῆς· ὑπὸ δὲ Ἰησοῦ καὶ ὕστερον, δοξαζομένου τε καὶ ἀντιδοξάζοντος, ὡς τὸν Πατέρα, καὶ ὑπὸ τοῦ Πατρός. Καὶ ἡ ἐπαγγελία, ὡς δαψιλὴς, συνδιαιωνίζειν καὶ συμπαραμενεῖν, εἴτουν νῦν τοῖς κατὰ καιρὸν ἀξίοις, εἴτε ὕστερον τοῖς τῶν ἐκεῖσε ἀξιουμένοις, ὅταν ὁλόκληρον αὐτὸ τῇ πολιτείᾳ φυλάξωμεν, ἀλλὰ μὴ τοσοῦτον ἀποβάλωμεν, καθ' ὅσον ἂν ἁμαρτάνωμεν.

Ι∆ʹ. Τοῦτο τὸ Πνεῦμα συνδημιουργεῖ μὲν Υἱῷ καὶ τὴν κτίσιν καὶ τὴν ἀνάστασιν. Καὶ πειθέτω σε τὸ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· Πνεῦμά τε θεῖον τὸ ποιῆσάν με· Πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με· καὶ πάλιν· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. ∆ημιουργεῖ δὲ τὴν πνευματικὴν ἀναγέννησιν· καὶ πειθέτω σε τὸ, Μηδένα δύνασθαι τὴν βασιλείαν ἰδεῖν ἢ λαβεῖν, ὅς τις μὴ ἄνωθεν ἐγεννήθη Πνεύματι, καὶ τὴν προτέραν ἐκαθαρίσθη γέννησιν, ἣ νυκτός ἐστι μυστήριον, ἡμερινῇ καὶ φωτεινῇ διαπλάσει, ἣν καθ' ἑαυτὸν ἕκαστος διαπλάττεται. Τοῦτο τὸ Πνεῦμα (σοφώτατον γὰρ καὶ φιλανθρωπότατον), ἂν ποιμένα λάβῃ, ψάλτην ποιεῖ, πνευμάτων πονηρῶν κατεπᾴδοντα, καὶ βασιλέα τοῦ Ἰσραὴλ ἀναδείκνυσιν. Ἐὰν αἰπόλον συκάμινα κνίζοντα, προφήτην ἐργάζεται. Τὸν ∆αβὶδ καὶ τὸν Ἀμὼς ἐνθυμήθητι. Ἐὰν μειράκιον εὐφυὲς λάβῃ, πρεσβυτέρων ποιεῖ κριτὴν καὶ παρ' ἡλικίαν. Μαρτυρεῖ ∆ανιὴλ, ὁ νικήσας ἐν λάκκῳ λέοντας. Ἐὰν ἁλιέας εὕρῃ, σαγηνεύει Χριστῷ, κόσμον ὅλον τῇ τοῦ λόγου πλοκῇ συλλαμβάνοντας. Πέτρον λάβε μοι, καὶ Ἀνδρέαν, καὶ τοὺς υἱοὺς τῆς βροντῆς, τὰ πνευματικὰ βροντήσαντας. Ἐὰν τελώνας, εἰς μαθητείαν κερδαίνει, καὶ ψυχῶν ἐμπόρους δημιουργεῖ. Φησὶ Ματθαῖος, ὁ χθὲς τελώνης, καὶ σήμερον εὐαγγελιστής. Ἐὰν διώκτας θερμοὺς, τὸν ζῆλον μετατίθησι, καὶ ποιεῖ Παύλους ἀντὶ Σαύλων, καὶ τοσοῦτον εἰς εὐσέβειαν, ὅσον εἰς κακίαν κατέλαβεν. Τοῦτο καὶ Πνεῦμά ἐστι πραότητος· καὶ παροξύνεται τοῖς ἁμαρτάνουσιν. Τοιγαροῦν πειραθῶμεν ὡς πράου, καὶ μὴ ὀργίλου, τὴν ἀξίαν ὁμολογοῦντες, καὶ τὸ βλάσφημον φεύγοντες, καὶ μὴ βουληθῶμεν ἰδεῖν ὀργιζόμενον ἀσυγχώρητα. Τοῦτο κἀμὲ ποιεῖ σήμερον ὑμῖν τολμηρὸν κήρυκα· εἰ μὲν 36.449 οὖν οὐδὲν πεισόμενον, τῷ Θεῷ χάρις· εἰ δὲ πεισόμενον, καὶ οὕτω χάρις· τὸ μὲν, ἵνα φείσηται τῶν μισούντων ἡμᾶς· τὸ δὲ, ἵν' ἡμᾶς ἁγιάσῃ, μισθὸν τοῦτον λαβόντας τῆς ἱερουργίας τοῦ Εὐαγγελίου, τὸ τελειωθῆναι δι' αἵματος.

ΙΕʹ. Ἐλάλουν μὲν οὖν ξέναις γλώσσαις, καὶ οὐ πατρίοις, καὶ τὸ θαῦμα μέγα, λόγος ὑπὸ τῶν οὐ μαθόντων λαλούμενος· καὶ τὸ σημεῖον τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν, ἵν' ᾖ τῶν ἀπίστων κατήγορον, καθὼς γέγραπται· Ὅτι ἐν ἑτερογλώσσοις, καὶ ἐν χείλεσιν ἑτέροις, λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. Ἤκουον δέ. Μικρὸν ἐνταῦθα ἐπίσχες, καὶ διαπόρησον, πῶς διαιρήσεις τὸν λόγον. Ἔχει γάρ τι ἀμφίβολον ἡ λέξις, τῇ στιγμῇ διαιρούμενον Ἆρα γὰρ ἤκουον ταῖς ἑαυτῶν διαλέκτοις ἕκαστος, ὡς φέρε εἰπεῖν, μίαν μὲν ἐξηχεῖσθαι φωνὴν, πολλὰς δὲ ἀκούεσθαι, οὕτω κτυπουμένου τοῦ ἀέρος, καὶ, ἵν' εἴπω σαφέστερον, τῆς φωνῆς φωνῶν γινομένων· ἢ τὸ μὲν, Ἤκουον, ἀναπαυστέον, τὸ δὲ, Λαλούντων ταῖς ἰδίαις φωναῖς, τῷ ἑξῆς προσθετέον, ἵν' ᾖ, Λαλούντων φωναῖς, ταῖς ἰδίαις τῶν ἀκουόντων, ὅπερ γίνεται, ἀλλοτρίαις· καθὰ καὶ μᾶλλον τίθεμαι. Ἐκείνως μὲν γὰρ τῶν ἀκουόντων ἂν εἴη μᾶλλον, ἣ τῶν λεγόντων, τὸ θαῦμα· οὕτω δὲ τῶν λεγόντων· οἳ καὶ μέθην καταγινώσκονται, δῆλον ὡς αὐτοὶ θαυματουργοῦντες περὶ τὰς φωνὰς τῷ Πνεύματι.