1

 2

 3

 4

 5

 6

 7

3

ἀνεύθυνον τὸ ἁμαρτάνειν, ἀλλὰ καὶ θεῖον νομίζηται, εἰς τοιαύτην καταφεῦγον ἀπολογίαν, τὰ προσκυνούμενα.

Ηʹ. Ἡμῖν δὲ ὥσπερ ἐχαρίσθη τὸ φυγοῦσι τὴν δει σιδαίμονα πλάνην, μετὰ τῆς ἁληθείας γενέσθαι, καὶ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τὴν κτίσιν ὑπεραναβῆναι, πάντα περάσασιν, ὅσα ὑπὸ χρόνον καὶ πρώτην κίνησιν· οὕτω καὶ εἴδωμεν, καὶ φιλο σοφήσωμεν τὰ περὶ Θεοῦ καὶ τὰ θεῖα. Φιλοσοφήσω μεν δὲ, ἀρχόμενοι, ὅθεν ἄρχεσθαι ἄμεινον· ἄμει 36.344 νον δὲ, ὅθεν Σολομὼν ἡμῖν ἐνομοθέτησεν· Ἀρχὴ σο φίας, φησὶ, κτῆσαι σοφίαν· τί τοῦτο λέγων ἀρχὴν σοφίας; Τὸν φόβον. Οὐ γὰρ ἀπὸ θεωρίας ἀρξαμένους. εἰς φόβον χρὴ καταλήγειν (θεωρία γὰρ ἀχαλίνωτος τάχα ἂν καὶ κατὰ κρημνῶν ὤσειεν)· ἀλλὰ φόβῳ στοι χειουμένους, καὶ καθαιρομένους, καὶ, ἵν' οὕτως εἴπω, λεπτυνομένους, εἰς ὕψος αἴρεσθαι. Οὗ γὰρ φόβος, ἐντολῶν τήρησις· οὗ δὲ ἐντολῶν τήρησις, σαρκὸς κάθαρσις, τοῦ ἐπιπροσθοῦντος τῇ ψυχῇ νέφους, καὶ οὐκ ἐῶντος καθαρῶς ἰδεῖν τὴν θείαν ἀκτῖνα· οὗ δὲ κάθαρσις, ἔλλαμψις· ἔλλαμψις δὲ, πόθου πλήρωσις, τοῖς τῶν μεγίστων, ἢ τοῦ μεγίστου, ἢ ὑπὲρ τὸ μέγα ἐφιεμένοις.

Θʹ. ∆ιὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτα τῷ καθαρῷ προσομιλητέον· εἴπερ μὴ μέλλοιμεν τὸ τοῦ Ἰσραὴλ πείσεσθαι, μὴ φέροντος τὴν δόξαν τοῦ προσώπου Μωσέως, καὶ διὰ τοῦτο δεομένου καλύμ ματος· ἢ τὸ τοῦ Μανωὲ, καὶ πείσεσθαι, καὶ λέξειν· Ἀπολώλαμεν, ὦ γῦναι. Θεὸν ἑωράκαμεν, ἐν φαν τασίᾳ Θεοῦ γενομένου· ἢ, ὡς Πέτρος, τοῦ πλοίου τὸν Ἰησοῦν ἀποπέμψασθαι, ὡς οὐκ ἄξιοι τοιαύτης ἐπι δημίας. Πέτρον δὲ ὅταν εἴπω, τίνα λέγω; Τὸν κατὰ κυμάτων πεζεύσαντα. Ἢ, ὡς Παῦλος, τὴν ὄψιν πληγήσεσθαι, πρὶν καθαρθῆναι τῶν διωγμῶν, τῷ διωκο μένῳ προσομιλήσας, μᾶλλον δὲ βραχείᾳ τοῦ μεγά λου φωτὸς λαμπηδόνι· ἢ, ὡς ὁ ἐκατόνταρχος, τὴν μὲν θεραπείαν ἐπιζητήσειν, τῇ οἰκίᾳ δὲ τὸν θεραπευτὴν οὐκ εἰσδέξασθαι διὰ δειλίαν ἐπαινουμένην. Λεγέτω τις καὶ ἡμῶν, ἕως οὔπω καθαίρεται, ἀλλ' ἔστιν ἑκατόνταρχος ἔτι, πλειόνων ἐν κακίᾳ κρα τῶν, καὶ στρατεύεται Καίσαρι, τῷ κοσμοκράτορι τῶν κάτω συρομένων· Οὐκ εἰμὶ ἰκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅταν δὲ Ἰησοῦν θεάσηται, καίτοι μικρὸς ὢν τὴν πνευματικὴν ἡλικίαν, ὡς ὁ Ζακχαῖος ἐκεῖνος, καὶ ὑπὲρ τὴν συκομωραίαν ἀρθῇ, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ ὑπεραναβὰς τὸ σῶμα τῆς ταπεινώσεως, τότε καὶ εἰσδεχέσθω τὸν Λόγον, καὶ ἀκουέτω· Σήμερον σωτηρία τῷ οἴκῳ τού τῳ, καὶ λαμβανέτω τὴν σωτηρίαν, καὶ καρποφορείτω τὰ τελεώτερα, σκορπίζων καὶ διαχέων καλῶς, ἃ κακῶς ἐτελώνησεν.

Ιʹ. Ὁ γὰρ αὐτὸς Λόγος, καὶ φοβερὸς τοῖς οὐκ ἀξίοις διὰ τὴν φύσιν, καὶ χωρητὸς διὰ φιλανθρωπίαν τοῖς οὕτως ηὐτρεπισμένοις· ὅσοι τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα τῶν ψυχῶν ἀπελάσαντες, καὶ τὰς ἑαυτῶν ψυχὰς τῇ ἐπιγνώσει σαρώσαντες καὶ κοσμή 36.345 σαντες, μηδὲ ἀργὴν, μηδὲ ἄπρακτον εἴασαν, ὥστε μετὰ πλείονος τῆς παρασκευῆς, αὖθις καταληφθῆναι ὑπὸ τῶν ἑπτὰ τῆς κακίας πνευμάτων, ὅσα καὶ τῆς ἀρετῆς ἀπηρίθμηται (τὸ γὰρ δυσμαχώτερον, περι σπουδαστότερον)· ἀλλὰ πρὸς τῷ φεύγειν τὴν κακίαν, καὶ τὴν ἀρετὴν ἐργάζονται, ὅλον τὸν Χριστὸν, ἢ ὅτι μάλιστα, ἑαυτοῖς εἰσοικίσαντες, ὥστε μηδενὶ κενῷ τὴν πονηρὰν δύναμιν ὁμιλήσασαν, ἑαυ τῆς πάλιν πληρῶσαι, καὶ γενέσθαι τὰ ἔσχατα χεί ρονα τῶν πρώτων, διὰ τὸ τῆς καταδρομῆς σφο δρότερον, καὶ τὸ τῆς φρουρᾶς ἀσφαλέστερον καὶ δυσ αλωτότερον. Ὅταν δὲ πάσῃ φυλακῇ τηρήσαντες τὴν ἑαυτῶν ψυχὴν, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διαθέμενοι, καὶ νεώσαντες ἑαυτοῖς νεώματα, καὶ σπεί ραντες εἰς δικαιοσύνην, ὡς Σολομῶντι, καὶ ∆αβὶδ, καὶ Ἱερεμίᾳ δοκεῖ, φωτίσωμεν ἑαυτοῖς φῶς γνώσεως· τηνικαῦτα λαλῶμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, καὶ τοῖς ἄλλοις ἐκλάμπωμεν. Τέως δὲ καθαιρώμεθα καὶ προτελώμεθα τῷ Λόγῳ, ἵν' ὅτι μάλιστα αὐτοὺς ἡμᾶς εὐεργετῶμεν, θεοειδεῖς ἐρ