1

 2

 3

 4

 5

 6

 7

7

οὐ δακρύεις δάκρυον; Μὴ σύ γε τοιούτου κριτοῦ τύχοις. Οὐκ αἰδῇ τὸ Ἰησοῦ φιλάνθρωπον, τοῦ τὰς ἀσθενείας ἡμῶν λαβόντος, καὶ τὰς νόσους βαστάσαντος, τοῦ μὴ δικαίοις ἐλθόντος, ἀλλ' ἁμαρτωλοῖς εἰς μετάνοιαν, τοῦ ἔλεον θέλοντος μᾶλλον ἢ θυσίαν, τοῦ ἑβδομηκοντάκις ἑπτὰ συγχωροῦντος τὰ ἁμαρτήματα; Ὡς μακάριόν σου τὸ ὑψηλὸν, εἰ καθαρότης ἦν, ἀλλὰ μὴ τῦφος, νομοθετῶν ὑπὲρ ἄνθρωπον, καὶ λύων τῇ ἀπογνώσει τὴν ἐπανόρθωσιν. Ὁμοίως γάρ ἐστι κακὸν, καὶ ἄνεσις ἀσωφρόνιστος, καὶ κατάγνωσις ἀσυγχώρητος· ἡ μὲν ὅλην ἐφιεῖσα τὴν ἡνίαν, ἡ δὲ τῷ σφοδρῷ κατάγχουσα. ∆εῖξόν μοι τὴν καθαρότητα, καὶ δέχομαί σου τὴν θρασύτητα. Νῦν δὲ δέδοικα, μὴ βρύων ἕλκεσιν, εἰσάγῃς τὸ ἀνιάτρευτον. Οὐδὲ τὸν ∆αβὶδ δέχῃ μετανοοῦντα, ᾧ καὶ τὸ προφητικὸν χάρισμα ἡ μετάνοια συνετήρησεν; Οὐδὲ Πέτρον τὸν μέγαν παθόντα τι ἀνθρώπινον περὶ τὸ σωτήριον πάθος; Ἰησοῦς δὲ ἐδέξατο, καὶ τῷ τρισσῷ τῆς ἐρωτήσεως καὶ τῆς ὁμολογίας, τὸ τρισσὸν τῆς ἀρνήσεως ἐθεράπευσεν. Ἢ οὐδὲ τελειωθέντα δέχῃ δι' αἵματος; Ἔστι γὰρ καὶ τοῦτο τῆς σῆς ἀπο 36.357 νοίας. Οὐδὲ τὸν ἐν Κορίνθῳ παρανομήσαντα; Παῦλος δὲ καὶ ἀγάπην ἐκύρωσεν, ἐπειδὴ τὴν διόρθωσιν εἶδε· καὶ τὸ αἴτιον· Ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, βαρηθεὶς τῇ ἀμετρίᾳ τῆς ἐπιπλήξεως. Οὐδὲ τὰς νέας γαμίζεις χήρας, διὰ τὸ τῆς ἡλικίας εὐάλωτον; Παῦλος δὲ τοῦτο ἐτόλμησεν, οὗ σὺ δηλαδὴ διδάσκαλος, ὡς ἐπὶ τέταρτον οὐρανὸν φθάσας, καὶ ἄλλον παράδεισον, καὶ ἀποῤῥητοτέρων ἀκούσας ῥημάτων, καὶ μείζονα κύκλον τῷ Εὐαγγελίῳ περιλαβών.

ΙΘʹ. Ἀλλ' οὐ μετὰ τὸ βάπτισμα ταῦτα. Τίς ἡ ἀπόδειξις; ἢ δεῖξον, ἢ μὴ κατάκρινε. Εἰ δὲ ἀμφίβολον, νικάτω τὸ φιλάνθρωπον. Ἀλλὰ Ναυάτος, φησὶν, οὐκ ἐδέξατο τοὺς ἐν τῷ διωγμῷ παραπεσόντας. Τί τοῦτο; Εἰ μὲν οὐ μεταγνόντας, δικαίως· οὐδὲ ἐγὼ δέχομαι τοὺς, ἢ μὴ καμπτομένους, ἢ μὴ ἀξίως, μηδὲ ἀντισηκοῦντας τῷ κακῷ τὴν διόρθωσιν· καὶ ὅταν δέξωμαι, τὴν προσήκουσαν αὐτοῖς ἀπονέμω χώραν. Εἰ δὲ τοὺς ἐκτακέντας τοῖς δάκρυσιν, οὐ μιμήσομαι. Καὶ τίς μοι νόμος ἡ Ναυάτου μισανθρωπία, ὃς πλεονεξίαν μὲν οὐκ ἐκόλασε, τὴν δευτέραν εἰδωλολατρείαν· πορνείαν δὲ οὕτω πικρῶς κατεδίκασεν, ὡς ἄσαρκος καὶ ἀσώματος; Τί φατε; Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις; ∆εῦρο, στῆτε μεθ' ἡμῶν τῶν ἀνθρώπων. Μεγαλύνωμεν ἅμα τὸν Κύριον. Μή τις ὑμῶν εἰπεῖν τολμήσῃ, μηδὲ εἰ λίαν ἑαυτῷ τεθάῤῥηκε· Μή μου ἅπτου, καθαρὸς γάρ εἰμι, καὶ τίς οὕτως ὥσπερ ἐγώ; μετάδοτε καὶ ἡμῖν τῆς λαμπρότητος. Ἀλλ' οὐ πείθομεν; καὶ ὑπὲρ ὑμῶν δακρύσομεν. Οὗτοι μὲν οὖν, εἰ μὲν βούλοιντο, τὴν ἡμετέραν ὁδὸν καὶ Χριστοῦ, εἰ δὲ μὴ, τὴν ἑαυτῶν πορευέσθωσαν. Τυχὸν ἐκεῖ τῷ πυρὶ βαπτισθήσονται, τῷ τελευταίῳ βαπτίσματι, τῷ ἐπιπονωτέρῳ τε καὶ μακροτέρῳ, ὃ ἐσθίει ὡς χόρτον τὴν ὕλην, καὶ δαπανᾷ πάσης κακίας κουφότητα.

Κʹ. Ἡμεῖς δὲ τιμήσωμεν τὸ Χριστοῦ βάπτισμα σήμερον, καὶ καλῶς ἑορτάσωμεν, μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνευματικῶς εὐφραινόμενοι. Τρυφήσωμεν δὲ πῶς; Λούσασθε, καθαροὶ γίνεσθε. Εἰ μὲν φοινικικοὶ τὴν ἁμαρτίαν ἐστὲ, καὶ ἧττον αἱματώδεις, λευκάνθητε ὡς χιών· εἰ δὲ κόκκινοι καὶ ἄνδρες αἱμάτων τέλειοι, κἂν εἰς ἐρίου λευκότητα φθάσατε. Πάντως δὲ καθάρθητε καὶ καθαίρεσθε. Ὡς 36.360 οὐδενὶ τοσοῦτον χαίρει Θεὸς, ὅσον ἀνθρώπου διορθώσει καὶ σωτηρίᾳ, ὑπὲρ οὗ λόγος ἅπας καὶ ἅπαν μυστήριον· ἵνα γένησθε ὡς φωστῆρες ἐν κόσμῳ, ζωτικὴ τοῖς ἄλλοις ἀνθρώποις δύναμις, ἵνα φῶτα τέλεια τῷ μεγάλῳ φωτὶ παραστάντες, καὶ τὴν ἐκεῖσε μυηθῆτε φωταγωγίαν, ἐλλαμπόμενοι τῇ Τριάδι καθαρώτερον καὶ τρανότερον, ἧς νῦν μετρίως ὑποδέδεχθε τὴν μίαν αὐγὴν ἐκ μιᾶς τῆς θεότητος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.