1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

7

ἀσέλγειαν· ἀλλ' ἢ πάσχειν τοῦτο, ἢ δοκεῖν, διαμέλλοντα πρὸς τὴν κάθαρσιν. Νήπιον ἔστι σοι; Μὴ λαβέτω καιρὸν ἡ κακία· ἐκ βρέφους ἁγιασθήτω, ἐξ ὀνύχων καθιερωθήτω τῷ Πνεύματι. Σὺ δέδοικας τὴν σφραγῖδα διὰ τὸ τῆς 36.381 φύσεως ἀσθενές· ὡς μικρόψυχος ἡ μήτηρ, καὶ ὀλιγόπιστος! Ἡ Ἄννα δὲ, καὶ πρὶν ἢ γεννηθῆναι τὸν Σαμουὴλ, καθυπέσχετο τῷ Θεῷ, καὶ γεννηθέντα, ἱερὸν εὐθὺς ποιεῖ, καὶ τῇ ἱερατικῇ στολῇ συνανέτρεψεν, οὐ τὸ ἀνθρώπινον φοβηθεῖσα, τῷ δὲ Θεῷ πιστεύσασα. Οὐδὲν δεῖ σοι περιαμμάτων καὶ ἐπᾳσμάτων, οἷς ὁ πονηρὸς συνεισέρχεται, κλέπτων εἰς ἑαυ τὸν ἀπὸ τοῦ Θεοῦ τὸ σέβας, ἐν τοῖς κουφοτέροις. ∆ὸς αὐτῷ τὴν Τριάδα, τὸ μέγα καὶ καλὸν φυλακτή ριον.

ΙΗʹ. Τί ἔτι; Παρθενίαν ἀσκεῖς; Τῇ καθάρσει σφραγίσθητι· ταύτην ποίησαι τοῦ βίου κοινωνὸν, καὶ συνόμιλον· αὕτη ῥυθμιζέτω σοι, καὶ βίον, καὶ λόγον, πᾶν μέλος, πᾶν κίνημα, πᾶσαν αἴσθησιν. Τίμησον αὐτὴν, ἵνα σε κοσμήσῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. ∆έδεσαι γάμῳ; Καὶ τῇ σφραγῖδι συνδέθητι· ταύτην συνοίκισον σεαυτῷ τῆς σωφροσύνης φύλακα· πόσων εὐνούχων οἴει, πόσων θυρωρῶν οὖσαν ἀσφαλεστέραν; Οὔπω σαρκὶ συνεζεύχθης; μὴ φοβηθῇς τὴν τελείωσιν. Καθαρὸς εἶ, καὶ μετὰ τὸν γάμον· ἐμὸς ὁ κίνδυνος, ἐγὼ τούτου συναρμοστὴς, ἐγὼ νυμφοστόλος. Οὐ γὰρ, ἐπεὶ ἡ παρθενία τιμιωτέρα, ἐν τοῖς ἀτίμοις ὁ γάμος. Μιμήσομαι Χριστὸν, τὸν καθαρὸν νυμφαγωγὸν, καὶ νυμ φίον, ὃς καὶ θαυματουργεῖ γάμῳ, καὶ τιμᾷ συζυγίαν τῇ παρουσίᾳ. Μόνον ἔστω γάμος καθαρὸς, καὶ πόθοις ῥυπαροῖς ἀνεπίμικτος. Ἓν αἰτῶ μόνον· λάβε παρὰ τοῦ δώρου τὴν ἀσφάλειαν, καὶ δὸς τῷ δώρῳ τὴν ἁγνείαν κατὰ καιρὸν, ἕως εὐχῆς πρόκειται προθεσμία, καὶ ἀσχολίας τιμιωτέρα, καὶ ταύτην ἐκ κοινῆς ὁμολογίας καὶ συναινέσεως. Οὐ γὰρ νομοθετοῦμεν, ἀλλὰ παραινοῦμεν, καὶ τῶν σῶν τι λαβεῖν ὑπὲρ σοῦ βουλόμεθα, καὶ τῆς κοινῆς ὑμῶν ἀσφαλείας ἕνεκεν. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, οὐκ ἔστιν οὐ βίος, οὐκ ἐπιτήδευμα, ᾧ μὴ τοῦτο λυσιτελέστερον. ∆έξαι, ὁ ἐν ἐξουσίᾳ, τὸν χαλινόν· ὁ ἐν δουλείᾳ, τὴν ἰσοτιμίαν· ὁ ἀθυμῶν, τὴν παραμυθίαν· ὁ ἐν εὐθυμίᾳ, τὴν παιδαγωγίαν, ὁ πένης, τὸν ἄσυλον πλοῦ τον· ὁ εὐπορῶν, τὴν καλὴν ὧν ἔχεις οἰκονομίαν. Μη δὲν σοφίσῃ, μηδὲν τεχνάσῃ κατὰ τῆς σεαυτοῦ σωτηρίας. Κἂν γὰρ τοὺς ἄλλους παραλογιζώμεθα, 36.384 ἡμᾶς γε αὐτοὺς οὐ δυνησόμεθα· ὡς τό γε καθ' ἑαυ τοῦ παίζειν, λίαν ἐπισφαλὲς καὶ ἀνόητον.

ΙΘʹ. Ἀλλ' ἐν μέσῳ στρέφῃ, καὶ μολύνῃ τοῖς δη μοσίοις· καὶ δεινὸν, εἴ σοι δαπανηθήσεσθαι τὸ φιλάν θρωπον; Ἁπλοῦς ὁ λόγος· Εἰ μὲν οἷόν τε, φύγε καὶ τὴν ἀγορὰν μετὰ τῆς καλῆς συνοδίας, πτέρυγας ἀε τοῦ σεαυτῷ περιθεὶς, ἢ περιστερᾶς, ἵν' οἰκειότερον εἴπω (τί γάρ σοι καὶ Καίσαρι, ἢ τοῖς Καίσαρος;). Ἕως οὗ καταπαύσῃς, οὗ μὴ ἔστιν ἁμαρτία, μη δὲ μελάνωσις, μηδὲ δάκνων ὄφις ἐφ' ὁδοῦ, κωλύων σου τὰ κατὰ Θεὸν διαβήματα. Ἅρπασον τὴν σεαυ τοῦ ψυχὴν ἐκ τοῦ κόσμου· φύγε Σόδομα· φύγε τὸν ἐμπρησμόν· ὅδευσον ἀμεταστρεπτὶ, μὴ παγῇς λίθος ἁλός· εἰς τὸ ὄρος σώζου, μὴ συμπαραληφθῇς. Εἰ δὲ προκατέχῃ, καὶ δέδεσαι δεσμοῖς ἀναγ καίοις, ἐκεῖνο σεαυτῷ διαλέχθητι, μᾶλλον δὲ σοὶ αὐ τὸς διαλεχθήσομαι· Κρεῖσσον μὲν καὶ τυχεῖν τοῦ ἀγαθοῦ, καὶ φυλάσσειν τὴν κάθαρσιν· εἰ δὲ ἀμ φότερα μὲν ἐνδέχεται, κρεῖσσόν ποτε μικρὰ μολυνθῆ ναι τοῖς σοῖς δημοσίοις, ἢ παντάπασιν ἐκπεσεῖν τῆς χάριτος· ὥσπερ, οἶμαι, κρεῖσσον ἐπιτιμηθῆναί τι παρὰ πατρὸς καὶ δεσπότου, ἢ ἀπωσθῆναι· καὶ μικρὸν αὐγάζεσθαι, ἢ παντελῶς σκοτίζεσθαι. Σωφρόνων δὲ, ὥσπερ τῶν ἀγαθῶν τὰ μείζω καὶ τελεώτερα, οὕτω καὶ τῶν κακῶν αἱρεῖσθαι τὰ ἐλάττω τε καὶ κουφότερα. ∆ιὰ τοῦτο μὴ λίαν φοβηθῇς τὴν κάθαρσιν. Κρίνεται γὰρ ἀεὶ μετὰ τῶν ἐπιτηδευμάτων τὸ κατ ορθούμενον, παρὰ τοῦ δικαίου καὶ φιλανθρώπου τῶν ἡμετέρων κριτοῦ. Καὶ μικρὸν κατορθώσας πολλάκις ὁ ἐν τῷ μέσῳ, πλέον ἔσχε τοῦ ἐν ἐλευθερίᾳ μὴ τὸ πᾶν κατορθώσαντος· ὥσπερ, οἶμαι, παραδοξότερον ἐν πέδαις μικρὰ προβαίνειν, ἢ τρέχειν