1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

12

ΚΗʹ. Ἔστω ταῦτα, φησὶ, περὶ τῶν ἐπιζητούντων τὸ βάπτισμα. Τί δ' ἂν εἴποις περὶ τῶν ἔτι νηπίων, καὶ μήτε τῆς ζημίας ἐπαισθανομένων, μήτε τῆς χάριτος; ἢ καὶ ταῦτα βαπτίσομεν; Πάνυγε, εἴπερ τις ἐπείγοι κίνδυνος. Κρεῖσσον γὰρ ἀναισθήτως ἁγιασθῆναι, ἢ ἀπελθεῖν ἀσφράγιστα καὶ ἀτέλεστα. Καὶ τούτου λόγος ἡμῖν, ἡ ὀκταήμερος περιτομὴ, τυπική τις οὖσα σφραγὶς, καὶ ἀλογίστοις ἔτι προσαγο μένη· ὡς δὲ καὶ ἡ τῶν φλιῶν χρίσις, διὰ τῶν ἀναισθήτων φυλάττουσα τὰ πρωτότοκα. Περὶ δὲ τῶν ἄλ λων δίδωμι γνώμην, τὴν τριετίαν ἀναμείναντας, ἢ μικρὸν ἐντὸς τούτου, ἢ ὑπὲρ τοῦτο (ἡνίκα καὶ ἀκοῦ σαί τι μυστικὸν, καὶ ἀποκρίνεσθαι δυνατὸν, εἰ καὶ μὴ συνιέντα τελέως, ἀλλ' οὖν τυπούμενα), οὕτως ἁγιάζειν καὶ ψυχὰς καὶ σώματα τῷ μεγάλῳ μυστηρίῳ τῆς τελειώσεως. Καὶ γὰρ οὕτως ἔχει· Τοῦ μὲν βίου τὰς εὐθύνας τηνικαῦτα ὑπέχειν ἄρχονται, ἡνίκα ἂν ὅτε λόγος συμπληρωθῇ, καὶ τὸ μυστήριον μάθωσι (τῶν γὰρ ἐξ ἀγνοίας ἁμαρτημάτων παρὰ τῆς ἡλικίας αὐτοῖς τὸ ἀνεύθυνον)· τετειχίσθαι δὲ τῷ λουτρῷ, παντὶ λόγῳ λυσιτελέστερον, διὰ τὰς ἐξαίφνης συμπιπτούσας ἡμῖν προσβολὰς τῶν κινδύνων, καὶ βοηθείας ἰσχυροτέρας.

ΚΘʹ. Ἀλλὰ Χριστὸς, φησὶ, τριακονταέτης βαπτίζεται, καὶ ταῦτα Θεὸς ὤν· καὶ σὺ κελεύεις ἐπισπεύ δειν τὸ βάπτισμα; Θεὸν εἰπὼν, λέλυκας τὸ ζητούμενον. Ὁ μὲν γὰρ αὐτοκάθαρσις ἦν, καὶ οὐκ ἐδεῖτο καθάρσεως· ἀλλὰ σοὶ καθαίρεται, ὥσπερ καὶ σάρκα φορεῖ σοὶ, ἄσαρκος ὤν. Οὐδέ τις κίνδυνος ἦν αὐ τῷ τὸ βάπτισμα παρατείνοντι· αὐτὸς γὰρ καὶ τοῦ παθεῖν ἦν ἑαυτῷ ταμίας, ὥσπερ καὶ τῆς γεννή σεως. Σοὶ δὲ, οὐδὲ περὶ μικρῶν ὁ κίνδυνος, εἰ ἀπέλ θοις τῇ φθορᾷ γεννηθεὶς μόνῃ, καὶ μὴ τὴν ἀφθαρσίαν ἀμφιεσάμενος. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι τῷ μὲν ἀναγκαῖος ἦν οὗτος ὁ καιρὸς τοῦ βαπτίσματος· σοὶ δὲ οὐχ ὁ αὐτὸς λόγος. Ἀνεδείχθη μὲν γὰρ τριακοστὸν γεγονὼς ἔτος, οὐ πρότερον, τοῦ τε μὴ δοκεῖν ἐπιδεικτικὸς εἶναί τις (τῶν γὰρ ἀπειροκάλων τὸ πάθος), καὶ ὡς τελείαν βάσανον ἀρετῆς, καὶ τοῦ δι δάσκειν καιρὸν ταύτης ἐχούσης τῆς ἡλικίας. Ἐπεὶ δὲ παθεῖν ἔδει τὸ τοῦ κόσμου σωτήριον πάθος, πάντα συνδραμεῖν ἔδει πρὸς τὸ πάθος ὅσα τοῦ πάθους, τὴν ἀνάδειξιν, τὸ βάπτισμα, τὴν ἄνωθεν μαρτυρίαν, τὸ κήρυγμα, τὴν συνδρομὴν τοῦ πλήθους, τὰ θαύμα τα, καὶ ὥσπερ ἓν σῶμα γενέσθαι, μὴ διεσπασμένον, μηδὲ ἀπεῤῥηγμένον τοῖς διαστήμασιν. Ἐκ μὲν γὰρ 36.401 τοῦ βαπτίσματος καὶ τοῦ κηρύγματος, ὁ τῶν συντρε χόντων σεισμὸς (οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τὸν και ρὸν ἐκεῖνον), ἐκ δὲ τοῦ πλήθους, ἡ τῶν σημείων ἐπί δειξις, καὶ τὰ θαύματα τῷ Εὐαγγελίῳ προσάγοντα. Ἐκ δὲ τούτων, ὁ φθόνος· ἐκ δὲ τούτου, τὸ μῖσος· ἐκ δὲ τοῦ μίσους, τὸ τῆς ἐπιβουλῆς, καὶ τῆς προδοσίας· ἐκ τούτου δὲ, ὁ σταυρὸς, καὶ ὅσοις σεσώσμεθα. Τὰ μὲν δὴ τοῦ Χριστοῦ τοιαῦτα, καὶ οὕτως ἔχοντα, ὅσον ἡμῖν ἐφικτόν· τάχα δ' ἄν τις καὶ ἄλλος εὑρεθείη λό γος τούτων ἀποῤῥητότερος.

Λʹ. Σοὶ δὲ τίς ἀνάγκη, τοῖς ὑπὲρ σὲ ὑποδείγμασιν ἑπομένῳ, κακῶς βουλεύεσθαι· ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν τηνικαῦτα ἱστορουμένων ἑτέρως ἢ ὡς τὰ νῦν ἔχοντα φαίνεται, καὶ οὐ συμβαίνοντα τοῖς καιροῖς; Οἷον, ἐνήστευσε μικρὸν πρὸ τῆς πείρας, ἡμεῖς πρὸ τοῦ Πάσχα· τὸ μὲν τῶν νηστειῶν ἓν, οὐ μικρὸν δὲ ἀμφοτέρων τῶν καιρῶν τὸ διάστημα. Ὁ μὲν γὰρ κατὰ τῶν πειρασμῶν ταύτας προβάλλεται· ἡμῖν δὲ τὴν συννέκρωσιν Χριστοῦ τοῦτο δύναται, καὶ κάθαρ σίς ἐστι προεόρτιος. Καὶ ὁ μὲν νηστεύει τεσσαράκοντα ἡμέρας (Θεὸς γὰρ ἦν), ἡμεῖς δὲ τῇ δυνάμει τοῦτο συνεμετρήσαμεν, εἰ καί τινας ᾄττειν ὁ ζῆλος πείθει καὶ ὑπὲρ δύναμιν. Πάλιν μυσταγωγεῖ τὸ Πάσχα τοὺς μαθητὰς ἐν ὑπερῴῳ, καὶ μετὰ τὸ δεῖπνον, καὶ πρὸ μιᾶς τοῦ παθεῖν ἡμέρας· ἡμεῖς ἐν προσευχῆς οἴ κοις, καὶ πρὸ τοῦ δείπνου, καὶ μετὰ τὴν ἀνάστασιν. Ἀνίσταται τριήμερος, ἡμεῖς μετὰ πολὺν χρόνον· καὶ οὔτε ἀπέῤῥηκται τῶν ἐκείνου τὰ ἡμέτερα, οὔτε συν έζευκται χρονικῶς· ἀλλ' ὅσον τύπος τις εἶναι τῶν ἡμετέρων παραδοθέντα, τὸ πάντη παραπλήσιον διαπέφευγεν. Τί οὖν θαυμαστὸν, καὶ