1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

4

τοῦ Θεοῦ διὰ τὴν κακίαν ἐξόριστος γίνεται, καὶ τοὺς δερμα τίνους ἀμφιέννυται χιτῶνας, ἴσως τὴν παχυτέραν σάρκα, καὶ θνητὴν, καὶ ἀντίτυπον· καὶ τοῦτο πρῶ τον γινώσκει τὴν ἰδίαν αἰσχύνην, καὶ ἀπὸ Θεοῦ κρύ πτεται. Κερδαίνει μέν τι κἀνταῦθα, τὸν θάνατον, καὶ τὸ διακοπῆναι τὴν ἁμαρτίαν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν. Καὶ γίνεται φιλανθρωπία, ἡ τιμωρία. Οὕτω γὰρ πείθομαι κολάζειν Θεόν.

Θʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε, κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήταις, εὐεργεσίαις, ἀπειλαῖς, πληγαῖς, ὕδασιν, ἐμπρησμοῖς, πολέμοις, νίκαις, ἥτταις, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, ἐκ γῆς, ἐκ θαλάττης, ἀνδρῶν, πόλεων, ἐθνῶν, ἀνελπίστοις μεταβολαῖς, ὑφ' ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόμενον ἦν· τέλος, ἰσχυροτέρου δεῖται φαρμάκου ἐπὶ δεινοτέροις τοῖς ἀῤῥωστήμασιν, ἀλληλοφονίαις, μοιχείαις, ἐπιορ κίαις, ἀνδρομανίαις, τὸ πάντων ἔσχατον τῶν κα κῶν καὶ πρῶτον, εἰδωλολατρίαις, καὶ τῇ μετα θέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα. Ταῦτα, ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ βοηθήματος, μείζονος καὶ τυγχάνει. Τὸ δὲ ἦν, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ προαιώνιος, ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ὁ ἀσώματος, ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου, ἡ μὴ κινουμένη σφραγὶς, ἡ ἀπαράλλακτος εἰκὼν, ὁ τοῦ Πατρὸς ὅρος καὶ λόγος, ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ, καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. καὶ πάντα γίνεται, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος· κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι (ἔδει γὰρ, καὶ γέννησιν τιμηθῆναι, καὶ παρθενίαν προτιμηθῆ ναι), προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ πνεύματος, ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεως! Ὢ τῆς παραδόξου κράσεως! Ὁ ὢν, γίνεται· καὶ ὁ 36.636 ἄκτιστος, κτίζεται· καὶ ὁ ἀχώρητος, χωρεῖται, διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι καὶ σαρκὸς παχύτητι· καὶ ὁ πλουτίζων, πτωχεύει· πτωχεύει γὰρ τὴν ἐμὴν σάρκα, ἵν' ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα. Καὶ ὁ πλήρης, κενοῦται· κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν, ἵν' ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγα θότητος; τί τὸ περὶ ἐμὲ τοῦτο μυστήριον; Μετέλα βον τῆς εἰκόνος, καὶ οὐκ ἐφύλαξα· μεταλαμβάνει τῆς ἐμῆς σαρκὸς, ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρ κα ἀθανατίσῃ. ∆ευτέραν κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν· ὅσῳ τότε μὲν τοῦ κρείττονος μετέδωκε, νῦν δὲ μεταλαμβάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστερον· τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.

Ιʹ. Ἀλλὰ τί τούτων ἡμῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερμοτέρων; Κέντει τὸν πῶλον περὶ τὴν νύσσαν· τὰ τῆς ἑορτῆς ἡμῖν φιλο σόφει, καὶ οἷς προκαθεζόμεθα σήμερον. Τοῦτο δὴ καὶ ποιήσω, καὶ εἰ μικρὸν ἄνωθεν ἠρξάμην, οὕτω τοῦ λόγου καὶ τοῦ πόθου βιασαμένων. Οὐ χεῖρον δὲ ἴσως τοῖς φιλομαθέσι καὶ φιλοκάλοις περὶ τῆς προσ ηγορίας αὐτῆς τοῦ Πάσχα βραχέα διαλαβεῖν. Γέ νοιτο γὰρ ἂν οὐ φαῦλον τοῦτο ταῖς ἀκοαῖς ἐπεισόδιον. Τὸ Πάσχα τοῦτο, τὸ μέγα τε καὶ σεβάσμιον, Φάσκα τοῖς Ἑβραίοις προσαγορεύεται, κατὰ τὴν ἐκεί νων φωνήν· δηλοῖ δὲ ἡ φωνὴ τὴν διάβασιν· ἱστορικῶς μὲν, διὰ τὴν ἐξ Αἰγύπτου πρὸς τὴν Χαναναίαν φυγὴν καὶ μετανάστασιν· πνευματικῶς δὲ, διὰ τὴν ἐκ τῶν κάτω πρὸς τὰ ἄνω, καὶ τὴν γῆν τῆς ἐπαγγελίας πρόοδον καὶ ἀνάβασιν. Ὅπερ δὲ πολλαχοῦ τῆς Γραφῆς συμβὰν εὕρομεν, ἀπὸ τῶν ἀσαφεστέρων μεταποιηθέντα τινὰ τῶν ὀνομάτων ἐπὶ τὸ σαφέστερον, ἢ τῶν ἀγροικοτέρων ἐπὶ τὸ εὐσχημονέστερον, τοῦτο κἀνταῦθα τεθεωρήκαμεν. Τοῦ γὰρ σωτηρίου πάθους ὄνομα τοῦτο εἶναί τινες νομίσαντες, εἶτα ἐξελληνίζοντες τὴν φωνὴν, κατὰ τὴν τοῦ φῖ πρὸς τὸ πῖ, καὶ τοῦ κάππα πρὸς τὸ χῖ