1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

8

νόμον τὰ τέλη τῶν ἀμαρτημάτων κωλύοντος, ἡμεῖς καὶ τὰς αἰτίας, ὡς πράξεις σχεδὸν, ἐγκαλούμεθα. Οὐ μοιχεύσεις, φησὶν ὁ νόμος· σὺ δὲ, οὐδὲ ἐπιθυμήσεις, ἐκ περιέργου θέας καὶ φιλοπόνου φλέγων τὸ πάθος. Οὐ φονεύσεις, ἐκεῖνος· σὺ δὲ, οὐδὲ ἀντιπλήξεις, ἀλλὰ καὶ σεαυτὸν ἐμπαρέξεις τῷ παίοντι. Ὅσον ταῦτα ἐκείνων φιλοσοφώτερα! Οὐκ ἐπιορκήσεις, ἐκεῖνος· σὺ δὲ, οὐδὲ ὁμῇ τὴν ἀρχὴν, οὐ μικρὸν, οὐ μεῖζον, ὡς τοῦ ὅρκου τὴν ἐπιορκίαν τίκτοντος. Οὐ συνάψεις οἰκίαν πρὸς οἰ κίαν, ἐκεῖνος, καὶ ἀγρὸν πρὸς ἀγρὸν, καταδυναστεύων τοῦ πένητος· σὺ δὲ, ἀποθήσῃ καὶ τὰ δικαίως κτηθέντα προθύμως, καὶ γυμνωθήσῃ τοῖς πένησιν, ἵνα κούφως τὸν σταυρὸν αἴρῃς, καὶ πλουτήσῃς τὰ μὴ ὁρώμενα.

ΙΗʹ. Ὀσφὺς δὲ, τοῖς μὲν ἀλόγοις, ἄνετος ἔστω καὶ ἄδετος· οὐδὲ γὰρ λόγον ἔχουσι, τὸν κρατοῦντα τῶν ἡδονῶν· οὔπω λέγω, ὅτι κἀκεῖνα ὅρον οἶδε τῆς φυσικῆς κινήσεως· σοὶ καὶ ἀναστελλέσθω ζώνῃ καὶ σω φροσύνῃ τὸ ἐπιθυμητικὸν καὶ χρεμετιστικὸν (ὡς ἡ θεία φησὶ Γραφὴ, τὸ τοῦ πάθους αἰσχρὸν διασύρουσα), ἵνα καθαρῶς ἐσθίῃς τὸ Πάσχα, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν Ἰωάννου ζώνην μιμούμενος, τοῦ ἐρημικοῦ, καὶ προδρόμου, καὶ με γάλου τῆς ἀληθείας κήρυκος. Οἶδα καὶ ζώνην ἄλλην, τὴν στρατιωτικὴν λέγω καὶ ἀνδρικὴν, καθ' ἣν Εὔζω νοι Συρίας καὶ Μονόζωνοί τινες ὀνομάζονται· καθ' ἣν καὶ τῷ Ἰὼβ χρηματίζων φησὶν ὁ Θεός· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, καὶ δὸς ἀπόκρι σιν ἀνδρικήν· ἣν καὶ ὁ θεῖος ∆αβὶδ περιεζῶσθαι δύναμιν ἐκ Θεοῦ μεγαλαυχεῖ, καὶ τὸν Θεὸν αὐτὸν 36.649 εἰσάγει ἐνδεδυμένον δύναμιν καὶ περιεζωσμένον, δηλαδὴ κατὰ τῶν ἀσεβῶν· εἰ μή τῳ φίλον, τὸ περιὸν τῆς δυνάμεως, καὶ οἷον ἀνεσταλμένον, οὕτω παραδη λοῦσθαι, καθὸ καὶ φῶς ἀναβάλλεται, ὡς ἱμάτιον. Τὸ γὰρ ἄσχετον αὐτοῦ τῆς δυνάμεως καὶ τοῦ φωτὸς τίς ὑποστήσεται; Ζητῶ, τί κοινὸν ὀσφύϊ καὶ ἀληθείᾳ; τί δαὶ τῷ ἁγίῳ Παύλῳ νοεῖται τὸ φάσκειν· Στῆτε οὖν περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ; Μήποτε ὡς τοῦ θεωρητικοῦ τὸ ἐπιθυμητικὸν περι σφίγγοντος, καὶ οὐκ ἐῶντος ἀλλαχοῦ φέρεσθαι; Οὐ γὰρ ἐθέλει τὸ περί τι διακείμενον ἐρωτικῶς, πρὸς τὰς ἄλλας ἡδονὰς τὴν αὐτὴν ἔχειν δύναμιν.

ΙΘʹ. Τὰ δὲ ὑποδήματα, ὁ μὲν τῆς ἁγίας γῆς καὶ θεοστιβοῦς ψαύειν μέλλων, ὑπολυέσθω, καθὰ καὶ Μωϋσῆς ἐκεῖνος ἐπὶ τοῦ ὄρους, ἵνα μηδὲν νεκρὸν φέρῃ, μηδὲ μέσον Θεοῦ καὶ ἀνθρώπων. Ὡς δὲ καὶ εἴ τις μαθητὴς ἐπὶ τὸ Εὐαγγέλιον πέμπεται, φιλοσόφως καὶ ἀπερίττως· ὃν δεῖ πρὸς τῷ ἀχάλκῳ, καὶ ἀράβδῳ, καὶ μονοχίτωνι, ἔτι καὶ γυμνοπο δεῖν, ἵνα φανῶσιν οἱ πόδες ὡραῖοι τῶν εὐαγγελιζομένων εἰρήνην, καὶ ἄλλο πᾶν ἀγαθόν. Ὁ δὲ φεύγων Αἴγυπτόν τε καὶ τὰ Αἰγύπτια, ὑποδεδέσθω, τῆς τε ἄλλης ἀσφαλείας ἕνεκα καὶ τῆς πρὸς τοὺς σκορπίους καὶ τοὺς ὄφεις, οὓς καὶ πολλοὺς Αἴγυπτος τρέφει, ὥστε μὴ βλάπτεσθαι παρὰ τῶν τηρούντων τὴν πτέρ ναν, οὓς πατεῖν ἐκελεύσθημεν. Περὶ δὲ τῆς βακτη ρίας οὕτως ἔχω, καὶ τοῦ περὶ ταύτην αἰνίγμα τος. Τὴν μὲν ὑπερειστικὴν οἶδα, τὴν δὲ ποιμαντικήν τε καὶ διδασκαλικὴν, καὶ τὰ λογικὰ πρόβατα ἐπιστρέφουσαν. Ἀλλὰ σοὶ νῦν τὴν ὑπερείδουσαν ὁ νόμος δια κελεύεται, μήπου τὸν λογισμὸν ὀκλάσῃς, αἷμα Θεοῦ, καὶ πάθος ἀκούων, καὶ θάνατον, μήπου περιενεχθῇς ἀθέως, ὡς Θεοῦ συνήγορος· ἀλλ' ἀνεπαισχύντως καὶ ἀνενδοιάστως, φάγε τὸ σῶμα, πίε τὸ αἷμα, εἰ τῆς ζωῆς ἐπιθυμητικῶς ἔχεις, μήτε τοῖς περὶ σαρκὸς ἀπιστῶν λόγοις, μήτε τοῖς περὶ τὸ πάθος βλαπτόμενος. Ἐρηρεισμένος ἵστατο, πάγιος, βεβηκὼς, ἐν μηδενὶ σαλευόμενος ὑπὸ τῶν ἀντικειμένων, μηδὲ πιθανότητος λόγοις παρασυρόμενος. Ἐπὶ τὸ ὕψος σεαυτοῦ στῆθι, ἐν ταῖς αὐλαῖς Ἱερουσα λὴμ στῆσον τοὺς πόδας, ἐπὶ τῆς πέτρας ἔρει σον, ἵνα μὴ σαλεύηταί σου τὰ κατὰ Θεὸν διαβήματα.

Κʹ. Τί φῄς; Οὕτω ταῦτα ἔδοξεν, Αἴγυπτον ἐξελθεῖν, τὴν σιδηρᾶν κάμινον, καταλιπεῖν σε τὴν ἐκεῖσε πολυθεΐαν, καὶ ὑπὸ Μωϋσέως ἀχθῆναι, καὶ τῆς 36.652