1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

10

τῶν δα κνόντων ὄφεων, οὐχ ὡς τύπος δὲ τοῦ ὑπὲρ ἡμῶν παθόντος, ἀλλ' ὡς ἀντίτυπος· καὶ σώζει τοὺς εἰς αὐτὸν ὁρῶντας, οὐχ ὅτι ζῇ πιστευόμενος, ἀλλ' ὅτι νενέκρωται, καὶ συννεκροῖ τὰς ὑπ' αὐτὸν δυνά μεις, καταλυθεὶς, ὥσπερ ἦν ἄξιος. Καὶ τίς ὁ πρέ πων αὐτῷ παρ' ἡμῶν ἐπιτάφιος; Ποῦ σου, θά νατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος; Τῷ σταυρῷ βέβλησαι, τῷ ζωοποιῷ τεθανάτωσαι. Ἄ πνους, νεκρὸς, ἀκίνητος, ἀνενέργητος, καὶ, εἰ τὸ σχῆμα σώζεις ὄφεως, ἐν ὕψει στηλιτευόμενος.

ΚΓʹ. Μεταληψόμεθα δὲ τοῦ Πάσχα, νῦν μὲν 36.656 τυπικῶς ἔτι, καὶ εἰ τοῦ παλαιοῦ γυμνότερον (τὸ γὰρ νομικὸν Πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερος)· μικρὸν δὲ ὕστερον, τελεώτερον καὶ καθαρώτερον, ἡνίκα ἂν αὐτὸ πίνῃ καινὸν μεθ' ἡμῶν ὁ Λόγος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς, ἀποκα λύπτων καὶ διδάσκων, ἃ νῦν μετρίως παρέδειξε. Καινὸν γάρ ἐστιν ἀεὶ τὸ νῦν γνωριζόμενον. Τίς δὲ ἡ πόσις καὶ ἡ ἀπόλαυσις, ἡμῶν μὲν τὸ μαθεῖν, ἐκείνου δὲ τὸ διδάξαι, καὶ κοινώσασθαι τοῖς ἑαυτοῦ μαθηταῖς τὸν λόγον. Τροφὴ γάρ ἐστιν ἡ δίδαξις, καὶ τοῦ τρέφοντος. Ἀλλὰ δεῦρο, καὶ ἡμεῖς τοῦ νόμου μεταλάβωμεν εὐαγγελικῶς, ἀλλὰ μὴ γραπτῶς· τελείως, ἀλλὰ μὴ ἀτελῶς· ἀϊδίως, ἀλλὰ μὴ προσκαίρως, Ποιησώμεθα κεφαλὴν, μὴ τὴν κάτω Ἱερουσαλὴμ, ἀλλὰ τὴν ἄνω μητρόπολιν· μὴ τὴν ὑπὸ στρατοπέδων νῦν πατουμένην, ἀλλὰ τὴν ὑπ' ἀγγέλων δοξαζομένην. Θύσωμεν, μὴ μόσχους νέους, μηδὲ ἀμνοὺς κέρατα ἐκ φέροντας καὶ ὁπλὰς, παρ' οἷς πολὺ τὸ νεκρὸν καὶ ἀναίσθητον· ἀλλὰ θύσωμεν τῷ Θεῷ θυσίαν αἰνέσεως, ἐπὶ τὸ ἄνω θυσιαστήριον, μετὰ τῆς ἄνω χοροστασίας. ∆ιάσχωμεν τὸ πρῶτον καταπέτασμα, τῷ δευτέρῳ προσέλθωμεν, εἰς τὰ Ἅγια τῶν ἁγίων παρακύψωμεν. Εἴπω τὸ μεῖζον, ἡμᾶς αὐτοὺς θύσωμεν τῷ Θεῷ· μᾶλλον δὲ, θύωμεν καθ' ἑκάστην ἡμέραν καὶ πᾶσαν κίνησιν. Πάντα ὑπὲρ τοῦ Λόγου δεχώμε θα, πάθεσι τὸ πάθος μιμώμεθα, αἵματι τὸ αἷμα σε μνύνωμεν, ἐπὶ τὸν σταυρὸν ἀνίωμεν πρόθυμοι. Γλυ κεῖς οἱ ἧλοι, καὶ εἰ λίαν ὀδυνηροί. Τὸ γὰρ μετὰ Χριστοῦ πάσχειν, καὶ ὑπὲρ Χριστοῦ, τοῦ μετ' ἄλλων τρυφᾷν αἱρετώτερον.

Κ∆ʹ. Ἂν Σίμων ἦς Κυρηναῖος, τὸν σταυρὸν ἆρον, καὶ ἀκολούθησον. Ἂν συσταυρωθῇς ὡς λῃστὴς, ὡς εὐγνώμων τὸν Θεὸν γνώρισον· εἰ κἀκεῖνος μετὰ ἀνόμων ἐλογίσθη διὰ σὲ καὶ τὴν σὴν ἁμαρτίαν, σὺ γενοῦ δι' ἐκεῖνον ἔννομος. Προσκύνησον τὸν διὰ σὲ κρεμασθέντα, καὶ κρεμάμενος· κέρδανόν τι καὶ παρὰ τῆς κακίας· ὤμνησαι τῷ θανάτῳ τὴν σωτη ρίαν· εἰς τὸν παράδεισον εἴσελθε μετὰ Ἰησοῦ, ὥστε μαθεῖν ὧν ἐκπέπτωκας· Τὰ ἐκεῖ κάλλη θεώρησον· τὸν γογγυστὴν ἄφες ἀποθανεῖν ἔξω, μετὰ τῆς βλασφημίας. Κἂν Ἰωσὴφ ᾖς ὁ ἀπὸ Ἀριμαθαίας, αἴτησαι τὸ σῶμα παρὰ τοῦ σταυροῦντος· σὸν γενέσθω τὸ τοῦ κόσμου καθάρσιον. Κἂν Νικόδημος ᾖς, ὁ νυ κτερινὸς θεοσεβὴς, μύροις αὐτὸν ἐνταφίασον. Κἂν Μαρία τις ᾖς, κἂν ἡ ἄλλη Μαρία, κἂν Σαλώμη, κἂν Ἰωάννα, δάκρυσον ὀρθρία. Ἴδε πρώτη τὸν λίθον ἡρμένον, τυχὸν δὲ καὶ τοὺς ἀγγέλους, καὶ Ἰησοῦν αὐτόν. Φθέγξαι τι· φωνῆς ἄκουσον. Ἂν ἀκού 36.657 σῃς. Μή μου ἅπτου, πόῤῥω στῆθι, σεβάσθητι τὸν Λόγον, ἀλλὰ μὴ λυπηθῇς. Οἶδε γὰρ οἷς ὀφθῇ πρῶτον. Ἐγκαίνισον τὴν ἀνάστασιν· τῇ Εὔᾳ βοήθησον, τῇ πρώτῃ πεσούσῃ, τῇ πρώτῃ Τριστὸν ἀσπάσασθαι, καὶ γνωρίσαι τοῖς μαθηταῖς. Γενοῦ Πέτρος, ἢ Ἰωάννης· ἐπὶ τὸν τάφον ἐπείχθητι, ἀντιτρέχων, συντρέχων, τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενος. Κἂν προληφθῇς τῷ τάχει, τῇ σπουδῇ νίκησον μὴ παρακύψας εἰς τὸ μνημεῖον, ἀλλ' ἔνδον γενόμενος. Κἂν ὡς Θωμᾶς ἀπολειφθῇς, τῶν μαθητῶν συνηγμένων, οἷς Χριστὸς ἐμφανίζεται, ὅταν ἴδῃς, μὴ ἀπιστήσῃς· κἂν ἀπιστήσῃς, τοῖς λέγουσι πίστευσον· εἰ δὲ μηδὲ τούτοις, τοῖς τύποις τῶν ἥλων πιστώθητι. Ἂν εἰς ᾅδου κατίῃ, συγκάτελθε. Γνῶθι καὶ τὰ ἐκεῖσε τοῦ Χριστοῦ μυστήρια, τίς ἡ οἰκονομία τῆς δι πλῆς καταβάσεως, τίς ὁ λόγος· ἁπλῶς σώζει πάντας ἐπιφανεὶς, ἢ κακεῖ τοὺς πιστεύοντας.