1

 2

2

πρὸς ἑαυτὸν κάτω κειμένους ἐν τῷ τῆς ἁμαρτίας πτώμα τι. Πάντα διδότω τις, πάντα καρποφορείτω τῷ δόντι ἑαυτὸν λυτρὸν ὑπὲρ ἡμῶν καὶ ἀντάλλαγμα· δώσει δὲ οὐδὲν τοιοῦτον οἷον ἑαυτὸν τοῦ μυστηρίου συνιέντα, καὶ δι' ἐκεῖνον πάντα ὅσα ἐκεῖνος δι' ἡμᾶς γενόμενον.

ςʹ. Καρποφορεῖ μὲν ὑμῖν, ὡς ὁρᾶτε, ποιμένα· τοῦ το γὰρ ἐλπίζει καὶ εὔχεται, καὶ παρ' ὑμῶν αἰτεῖ τῶν ὑπὸ χεῖρα ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· καὶ διπλοῦν ἀνθ' ἁπλοῦ δίδωσιν ὑμῖν ἑαυτόν· καὶ ποιεῖται τὴν βακτηρίαν τοῦ γή ρως βακτηρίαν τοῦ πνεύματος· καὶ προστίθησι τῷ ἀψύχῳ ναῷ τὸν ἔμψυχον, τῷ περικαλλεῖ, τῷ δὲ καὶ οὐρανίῳ, τὸν ὁποιονοῦν καὶ ἡλίκον, ἀλλ' οὖν τὸν ἑαυ τῷ τιμιώτατον, καὶ αὐτὸν ἱδρῶσι πολλοῖς συντελε σθέντα, καὶ πόνοις, εἴη δὲ εἰπεῖν, ὅτι καὶ τῶν πόνων ἄξιον· καὶ πάντα προστίθησιν ὑμῖν τὰ ἑαυτοῦ. Ὢ τῆς μεγαλοψυχίας, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, τῆς φιλοτεκνίας· τὴν πολιὰν, τὴν νεότητα, τὸν ναὸν, τὸν ἀρχιερέα, τὸν κληροδότην, τὸν κληρονόμον, τοὺς λόγους, οὓς ἐποθεῖτε· καὶ τούτων οὐ τοὺς εἰκῆ, καὶ εἰς ἀέρα ῥέοντας, καὶ μέχρι τῆς ἀκοῆς ἱσταμένους, ἀλλ' οὓς γράφει τὸ πνεῦμα, καὶ πλαξὶν ἐντυποῖ λιθίναις, εἴτουν σαρκίναις, οὐκ ἐξ ἐπιπολῆς χαρασσομένους, οὐδὲ ῥᾳδίως ἀπαλειφομένους, ἀλλ' εἰς βάθος ἐν σημαινομένους, οὐ μέλανι, ἀλλὰ χάριτι.

Ζʹ. Ταῦτα μὲν οὖν ὑμῖν ὁ σεμνὸς Ἀβραὰμ οὗ τος, ὁ πατριάρχης, ἡ τιμία κεφαλὴ καὶ αἰδέσιμος, τὸ πάντων τῶν καλῶν καταγώγιον, ὁ τῆς ἀρετῆς κανὼν, ἡ τῆς ἱερωσύνης τελείωσις, ὁ τὴν ἑκούσιον θυσίαν προσάγων τῷ Κυρίῳ σήμερον, τὸν μονο γενῆ, τὸν ἐκ τῆς ἐπαγγελίας. Ὑμεῖς δὲ καρποφορεῖτε καὶ Θεῷ καὶ ἡμῖν τὸ καλῶς ποιμαίνεσθαι, εἰς τόπον χλόης κατασκηνούμενοι, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενοι, γινώσκοντες καλῶς τὸν ποιμένα, καὶ γινωσκόμενοι, καὶ ἑπόμενοι καλοῦντι ποιμενικῶς καὶ ἐλευθερίως διὰ τῆς θύρας· ἀλλοτρίῳ δὲ μὴ ἀκολουθοῦντες ὑπερβαίνοντι διὰ τῆς αὐλῆς, λῃστρικῶς τε καὶ 35.401 ἐπιβούλως, μηδὲ ξένης φωνῆς ἀκούοντες, ὑποκλεπτούσης καὶ διασπειρούσης ἀπὸ τῆς ἀληθείας εἰς ὄρη, καὶ ἐρημίας, καὶ βάραθρα, καὶ τόπους, οὓς οὐκ ἐπισκοπεῖ Κύριος, καὶ ἀπὸ μὲν τῆς ὑγιοῦς πίστεως ἀπαγούσης, τῆς εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τὴν μίαν θεότητά τε καὶ δύναμιν, ἧς ἤκουσεν ἀεὶ φωνῆς, καὶ ἀκούοι τὰ ἐμὰ πρόβατα, λόγοις δὲ κιβδήλοις καὶ κατεφθαρμένοις συλαγωγούσης καὶ διασπώσης ἀπὸ τοῦ ἀληθινοῦ καὶ πρώτου ποιμένος· ὧν εἴη πάντας ἡμᾶς, καὶ ποιμένας καὶ ποίμνιον, ὡς νοσερᾶς πόας καὶ θανασίμου πόῤῥω, καὶ νεμομένους καὶ νέμοντας, ἓν εἶναι πάντας ἐν Χριστῷ Ἰησοῦ νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἀνάπαυσιν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.