1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

4

ἄτρεπτον, τὸν ἀπε ρινόητον· τὸν ποιητὴν τῶν ὅλων, τὸν λυτρωτὴν τῶν ἁπάντων· τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις ἡμῶν· τὸν ἰώμενον πάσας νόσους ἡμῶν· τὸν λυ τρούμενον ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· τὸν στεφανοῦντα ἡμᾶς, ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Σὲ αἰνοῦσιν ἄγγελοι· σὲ προσκυνοῦσιν ἀρχάγγελοι· σὲ ἀρχαὶ ὑμνοῦσι· σὲ κυριότητες ἀνακράζουσι· τὴν σὴν δόξαν ἐξουσίαι ἀναγορεύουσι· σοὶ θρόνοι τὴν εὐφημίαν ἀναπέμπουσι· χίλιαι χιλιάδες σοι παραστήκουσι, καὶ μύριαι μυριάδες σοι τὴν λειτουργίαν προσάγουσι. Σὲ ὑμνεῖ τὰ ἀόρατα· σὲ προσκυνεῖ τὰ φαινόμενα, πάντα ποιοῦντα τὸν λόγον σου, ∆έσποτα.

Ὁ διάκονος λέγει. Οἱ καθήμενοι ἀνάστητε. Ὁ ἱερεὺς λέγει. Ὁ ὢν θεὲ Κύριε ἀληθινὲ ἐκ Θεοῦ ἀληθινοῦ· ὁ τοῦ Πατρὸς

ἡμῖν ὑποδείξας τὸ φέγγος· ὁ τοῦ ἁγίου Πνεύματος τὴν ἀληθῆ γνῶσιν ἡμῖν χαρισάμενος· ὁ τὸ μέγα τοῦτο τῆς ζωῆς ἀνα δείξας τὸ μυστήριον· ὁ τὴν τῶν ἀσωμάτων τοῖς ἀν θρώποις χοροστασίαν πηξάμενος. Ὁ τὴν τῶν σεραφὶμ τοῖς ἐπὶ γῆς παραδοὺς ὑμνῳδίαν, δέξαι μετὰ τῶν ἀοράτων καὶ τὴν ἡμετέραν φωνήν. Σύναψον ἡμᾶς ταῖς ἐπουρανίαις δυνάμεσιν. Εἴπωμεν καὶ ἡμεῖς μετ' αὐτῶν πᾶσαν ἄτοπον ἔννοιαν περιστεί λαντες βοήσωμεν ὥσπερ ἐκεῖναι, ταῖς ἀσιγήτοις ἀνακράζει φωναῖς, ἀκαταπαύστοις στόμασι τὸ σὸν μεγαλεῖον ὑμνήσωμεν.

Ὁ διάκονος λέγει. Εἰς ἀνατολὰς βλέπετε. Ὁ ἱερεὺς λέγει. Σοὶ γὰρ παραστήκει κύκλῳ τὰ σεραφὶμ ἓξ πτέρυγες τῷ ἑνί·

καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατακαλύπτουσι τὰ πρόσωπα ἑαυτῶν· ταῖς δὲ δυσὶ τοὺς πόδας ἑαυτῶν· καὶ ταῖς μὲν δυσὶ πε τόμενα, καὶ ἐκέκραγον ἕτερον πρὸς ἕτερον. Ἐκφωνήσει. Τὸν ἐπινίκιον ὕμνον τῶν σωτηριῶν ἡμῶν, μετὰ φωνῆς ἐνδόξου, λαμπρᾷ τῇ φωνῇ, ὑμνο λογοῦντα, ᾄδοντα, βοῶντα, δοξολογοῦντα, κεκραγότα καὶ λέγοντα.

Ὁ διάκονος λέγει. Πρόσχωμεν. Ὁ λαὸς λέγει. Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, πλήρης ὁ οὐρανὸς, κ. λ.

Ὁ ἱερεὺς λέγει. Ἅγιος, ἅγιος εἶ, Κύριε, καὶ πανάγιος. Ἐξαίρετόν σου τῆς οὐσίας τὸ φέγγος· 36.709 ἄφραστός σου τῆς σοφίας ἡ δύναμις. Οὐδεὶς λόγος ἐκ μετρήσει τῆς σῆς φιλανθρωπίας τὸ πέλαγος. Ἐποίη σάς με ἄνθρωπον, ὡς φιλάνθρωπος, οὐκ αὐτὸς τῆς ἐμῆς ἐπιδεὴς δουλείας, ἐγὼ δὲ μᾶλλον τῆς σῆς χρῄ ζων δεσποτείας. Οὐκ ὄντα με δι' εὐσπλαγχνίαν παρ ήγαγες· οὐρανόν μοι πρὸς ὄροφον ἔστησας· γῆν μοι πρὸς βάσιν κατέπηξας· δι' ἐμὲ θάλασσαν ἐχα λίνωσας· δι' ἐμὲ τὴν φύσιν τῶν ζώων ἀνέδειξας· πάντα ὑπέταξας ὑπὸ τῶν ποδῶν μου· οὐδ' ἓν τῶν τῆς σῆς φιλανθρωπίας ἐν ἐμοὶ πραγμάτων παρέλειπας.

Ὁ λαὸς λέγει. Κύριε, ἐλέησον. Ὁ ἱερεὺς λέγει. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου· τῆς σῆς

ἐξουσίας ἐν ἐμοὶ τὴν εἰκόνα ὑπέγραψας· τοῦ λόγου τὸ δῶρον ἐνέθηκας· εἰς τρυφήν μοι τὸν παράδεισον ἤνοιξας· τῆς σῆς γνώσεως τὴν διδασκαλίαν παρέδωκας· ἔδειξάς με τὸ δένδρον τῆς ζωῆς * μοι ξύλον ὑπέδειξας· τοῦ θανάτου τὸ κέντρον ἐγνώρισας· ἑνός μοι φυτοῦ τὴν ἀπόλαυσιν ἀπηγόρευσας· ἐξ αὐτοῦ μόνου οὖν εἶπάς μοι μὴ φαγεῖν· ἔφαγον, νόμον ἠθέτησα· γνώμῃ τῆς ἐντολῆς παρημέλησα· ἐγὼ δὲ τοῦ θανάτου τὴν ἀπόφασιν ἥρπασα.

Ὁ λαὸς λέγει. Κύριε, ἐλέησον. Ὁ ἱερεὺς λέγει. Σύ μοι, ὦ ∆έσποτα, τὴν τιμωρίαν μετέβαλες· ὡς ποιμὴν

ἀγαθὸς εἰς πλανώμενον ἔδραμες· ὡς πατὴρ ἀληθινὸς ἐμοὶ τῷ πεπτωκότι συνήλγησας· πᾶσι τοῖς πρὸς ζωὴν φαρμάκοις κατέδησας. Αὐτός μοι προφήτας ἀπέστειλας· δι' ἐμὲ τὸν νοσοῦντα, νόμον εἰς βοήθειαν ἔδωκας. Αὐτός μοι * τὰς πρὸς ὑγιείαν ὦ παρανομηθείσας, διηκόνησας· φῶς τοῖς πλανωμένοις ἀνέτειλας· τοῖς ἀγνο