1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

Γʹ. Καὶ, ἵν' εἴπω τι συμπαθέστερον, ὡς πατρὶ τῷ παραδεδωκότι θαῤῥήσας Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σὺ Πατὴρ ἡμῶν εἶ· καὶ πρὸς σὲ βλέπομεν· ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. ∆ιὰ τοῦτο ἀπολογήσομαι, πλὴν κρίματα λαλήσω πρὸς σὲ, φησὶν Ἱερεμίας, ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, καὶ ἐπελάθου διαθήκης ἁγίας σου, καὶ ἀπέκλεισας ἀφ' ἡμῶν τὰ ἐλέη σου. ∆ιὰ τοῦτο ἐγενήθημεν ὄνειδος τῷ ἀγαπητῷ σου, οἱ τῆς Τριάδος προσκυνηταὶ, οἱ τέλειοι τῆς τελείας θεότη τος πρόσφυγες· καὶ μὴ τολμῶντές τι τῶν ὑπὲρ ἡμᾶς εἰς ἡμᾶς κατάγειν· μηδὲ τοσοῦτον ἐπαίρεσθαι κατὰ τὰς ἀθέους γλώσσας καὶ θεομάχους, ὥστε τὴν δεσποτείαν ποιεῖν ὁμόδουλον· ἀλλὰ παρεδόθημεν δη λαδὴ διὰ τὰς ἄλλας ἁμαρτίας ἡμῶν, καὶ τὸ μὴ 36.461 ἀξίως τῶν ἐντολῶν σου ἀναστραφῆναι· ἀλλ' ὀπίσω τῆς διανοίας ἡμῶν τῆς πονηρᾶς πορευθῆναι. ∆ιὰ τί γὰρ ἕτερον ἀνδράσιν ἀδικωτάτοις καὶ πονηροτάτοις παρὰ πάντας τοὺς κατοικοῦντας τὴν γῆν; Ὁ πρῶτος Ναβουχοδονόσορ ἐξέθλιψεν ἡμᾶς, ὁ μετὰ Χριστὸν κατὰ Χριστοῦ μανεὶς, καὶ διὰ τοῦτο μισήσας Χριστὸν, ὅτι δι' αὐτοῦ σέσωστο· καὶ τῶν ἱερῶν βίβλων τὰς ἀθέους θυσίας ἀντιλαβών. Κατ έφαγέ με, ἐμερίσατό με, ἐκάλυψέ με σκότος λεπτὸν, ἵνα μὴ ἀποστῶ, μηδὲ θρηνῶν, τῆς Γραφῆς. Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, καὶ χερσὶν ἀνό μων δικαίως αὐτὸν παρέδωκεν, ἐκτοπίσας εἰς Πέρσας, (οἷα τὰ τοῦ Θεοῦ κρίματα!) καὶ ὑπὲρ αἱμάτων ἀνοσίων αἷμα ἐχέθη δίκαιον, ἐνταῦθα μόνον οὐδὲ μακροθυμῆσαι ἀνασχομένης τῆς δίκης, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Ὁ δεύτερος, οὐδὲν ἐκείνου φιλανθρωπότερος, ὅτι μὴ καὶ βαρύτερος, ὅσῳ τοῦ Χριστοῦ φέρων ὄνομα, ψευδόχριστος ἦν, καὶ Χριστιανοῖς βάρος ὁμοῦ τε καὶ ὄνειδος, οἷς καὶ τὸ ποιεῖν ἄθεον, καὶ τὸ πάσχειν ἄδοξον· τῷ μηδὲ ἀδικεῖσθαι δοκεῖν, μηδὲ τὸ μεγαλο πρεπὲς ὄνομα τῷ πάσχειν προσεῖναι τὴν μαρτυ ρίαν· ἀλλὰ κἀνταῦθα κλέπτεσθαι τὴν ἀλήθειαν, πά σχοντας ὡς Χριστιανοὺς, ὡς ἀσεβεῖς κολάζεσθαι. Οἴμοι, ὅτι ἐπλουτήσαμεν ἐν τοῖς κακοῖς, ὅτι πῦρ κατέφαγε τὰ ὡραῖα τῆς οἰκουμένης. Τὰ κατά λοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρὶς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ἡ ἐρυσίβη· εἶτα ὁ βροῦχος, εἶτα οὐκ οἶδ' ὅ τι πρὸς τούτοις, καὶ ἄλλο ἐπ' ἄλλῳ κακῷ φυόμενον. Τί ἄν τις ἐκτραγῳδοίη πάντα τὰ τοῦ καιροῦ κακὰ, καὶ τὴν τότε κατασχοῦσαν ἡμᾶς, εἴτε εἴσπραξιν χρὴ λέγειν, εἴτε δοκιμασίαν καὶ πύρωσιν; Πλὴν ὅτι διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ προήλθομεν εἰς ἀναψυχὴν εὐδοκίᾳ τοῦ σώζοντος Θεοῦ.

∆ʹ. Ἀλλ' ὅ μοι λέγειν ἀπ' ἀρχῆς ὁ λόγος ὥρ μητο· τοῦτο τὸ γεώργιον ἦν, ὅτε μικρόν τε καὶ πενι χρὸν ἦν, καὶ οὐχ ὅπως Θεοῦ, τοῦ τὸν κόσμον ὅλον γεωργήσαντός τε καὶ γεωργοῦντος τοῖς καλοῖς τῆς εὐσεβείας σπέρμασί τε καὶ δόγμασιν, ἀλλ' οὐδὲ πένητος ἑνὸς τῶν ἐνδεῶν καὶ μετρίων, ὥς γε ἐδόκει· ἀλλ' οὐδὲ γεώργιον ὅλως, οὐδὲ ἀποθηκῶν, οὐδὲ ἅλω τυχὸν, οὐδὲ δρεπάνης ἄξιον· οὐδὲ θημὼν, οὐδὲ δράγματα, ἢ δράγματα μικρά τε καὶ ἄωρα, καὶ οἷα τὰ ἐκ δωμάτων, μήτε χεῖρα πληροῦντα τοῦ 36.464 θερίζοντος, μήτε τῶν παριόντων εὐλογίαν προ καλούμενα. Τοιοῦτον ἡμῶν τὸ γεώργιον, τοσοῦτον τὸ θέρος· μέγα μὲν, καὶ εὔσταχυ, καὶ πῖον τῷ θεωρητῇ τῶν κρυπτῶν, καὶ τοιούτου γεωργοῦ πρέπον εἶναι, ὃ πληθύνουσι κοιλάδες ψυχῶν καλῶς τῷ λόγῳ γεωρ γουμένων· οὐ μὴν γνωριζόμενον τοῖς πολλοῖς, οὐδὲ εἰς ἓν συναγόμενον, ἀλλὰ κατὰ μικρὸν συλλεγόμενον, ὡς καλάμη ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλὶς ἐν τρυγητῷ, μὴ ὑπάρχοντος βότρυος. Προσθήσειν μοι δοκῶ κἀκεῖνα, καὶ λίαν κατὰ καιρὸν, ὡς συ κῆν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς ῥάγα μίαν ἢ δευτέραν ὥριμον ἐν ἀώρῳ τῷ βότρυϊ, εὐλογίαν μὲν Κυρίου τετηρημένην, καὶ ἀπαρχὴν καθιερωμένην, πλὴν ὀλίγην ἔτι καὶ σπάνιον καὶ οὐ πληροῦσαν στόμα ἔσθοντος· καὶ ὡς σημαίαν ἐπὶ βουνοῦ, καὶ ὡς ἱστὸν ἐπ' ὄρους, ἢ εἴ τι ἄλλο τῶν