1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

χρυσῷ κατελάμπου καὶ περιελάμ που, τὸν μὲν, ὡς ὕδωρ ἔσπειρες, τὸν δὲ, ὡς ἄμμον ἐθησαύριζες· ἀγνοῶν, ὅτι κρείσσων ὕπαιθρος πίστις πολυτελοῦς ἀσεβείας, καὶ πλέους Θεῷ τρεῖς συνηγμένοι ἐν ὀνόματι Κυρίου, πολλῶν μυριάδων ἀρνουμένων θεότητα. Ἢ καὶ τοὺς Χαναναίους ἅπαν τας προτιμήσεις ἑνὸς τοῦ Ἀβραάμ; ἢ καὶ τοὺς Σοδομίτας ἑνὸς τοῦ Λώτ; ἢ καὶ Μαδιηναίους Μωσέως, τῶν παροίκων καὶ ξένων; Τί δαὶ τοὺς μετὰ Γεδεὼν τριακοσίους, τοὺς λάμψαντας ἀνδρικῶς, τῶν ἀποστραφεισῶν χιλιάδων; τί δαὶ τοὺς οἰκογε νεῖς Ἀβραὰμ, τοὺς μικρὸν ὑπὲρ τούτους τῷ ἀριθμῷ τῶν πολλῶν βασιλέων, καὶ τῶν τοῦ στρατοῦ μυριά δων, ἃς, καίπερ ὄντες ὀλίγοι, κατεδίωξαν καὶ ἐτρέψαντο; ἐκεῖνο δὲ πῶς νοεῖς, ὅτι Ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται; τί δαὶ τὸ, Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτι νες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ; οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Οὐκ ἐν τοῖς πλείοσιν εὐδόκησεν ὁ Θεός.

Ηʹ. Σὺ μὲν ἀριθμεῖς τὰς μυριάδας, Θεὸς δὲ τοὺς σωζομένους· καὶ σὺ μὲν τὸν ἀμέτρητον χοῦν, ἐγὼ δὲ τὰ σκεύη τῆς ἐκλογῆς. Οὐδὲν γὰρ οὕτω Θεῷ με γαλοπρεπὲς ὡς λόγος κεκαθαρμένος, καὶ ψυχὴ τε λεία τοῖς τῆς ἀληθείας δόγμασιν. Ἄξιον μὲν γὰρ οὐδέν ἐστι τοῦ τὰ πάντα πεποιηκότος, καὶ παρ' οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα, δοῦναι Θεῷ καὶ προσενεγκεῖν· μὴ ὅτι μιᾶς χειρὸς ἔργον ἢ περιου σίας, ἀλλ' οὐδ' εἰ πᾶσάν τις τὴν ἐν ἀνθρώποις εὐ πορίαν ἢ χεῖρα εἰς ἒν συνενεγκὼν, τιμῆσαι θελήσειεν. Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος· καὶ, Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; ἐπεὶ δὲ τῆς ἀξίας διαμαρτεῖν ἀναγκαῖον, ὃ δεύτερόν ἐστιν, αἰτῶ παρ' ὑμῶν τὴν εὐσέβειαν, τὸν κοινὸν πλοῦτον ἐμοὶ καὶ ὁμότιμον, ἐν ᾧ τυχὸν ὑπερβαλεῖται καὶ τὸν λίαν λαμπρὸν ὁ πάνυ πένης, ἂν ᾖ μεγαλόψυχος. Προαιρέσεως γὰρ, οὐκ εὐπορίας ἡ τοιαύτη φιλοτιμία. Λήψομαι μὲν καὶ ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, εὖ ἴστε. Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσε σθε, ἀλλὰ πατήσουσιν αὐτὴν πόδες πραέων, τῶν ἐπεγνωκότων ἐμὲ, καὶ τὸν μονογενῆ μου Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὑγιῶς καὶ γνησίως. Μέχρι τίνος κληρυνομήσετε τὸ ὄρος τὸ ἅγιόν μου; μέχρι τίνος ἡ κιβωτὸς παρὰ τοῖς ἀλλοφύλοις; Νῦν δὲ μικρὸν ἔτι ἐντρυφήσατε τοῖς ἀλλοτρίοις, καὶ τοῦ βούλεσθαι ἀπο λαύσατε. Ὅτι ὃν τρόπον ἐβουλεύσασθε τοῦ ἀπώσα σθαί με, κἀγὼ ἀπώσομαι ὑμᾶς, λέγει Κύριος παν τοκράτωρ. 36.469

Θʹ. Ταῦτα καὶ ἀκούειν λέγοντος ἐδόκουν, καὶ ποι οῦντος αἰσθάνεσθαι· καὶ ἔτι πρὸς τούτοις, πρὸς μὲν τὸν λαὸν βοῶντος, τὸν ἐξ ὀλίγου πολὺν ἤδη, καὶ συγκείμενον ἱκανῶς ἐκ διεσπαρμένου, καὶ ἐξ ἐλεου μένου τυχὸν καὶ ἐπίφθονον. Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ πλατύνεσθε. Μὴ διαπαντὸς δεῖ κάμνειν ὑμᾶς ἐν σκηναῖς κατοικοῦντας, καὶ τοὺς θλίβοντας ὑμᾶς ὑπερευφραίνεσθαι; Πρὸς δὲ τοὺς ἐφεστῶτας ἀγγέλους (πείθομαι γὰρ ἄλλους ἄλλης προστατεῖν Ἐκκληδίας, ὡς Ἰωάννης διδάσκει με διὰ τῆς ἀποκαλύψεως)· Ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε, ἵνα μηδὲν ᾖ σκῶλον, μηδὲ κώλυμα τῷ λαῷ τῆς θείας ὁδοῦ καὶ εἰσόδου· νῦν μὲν ἐπὶ τὰ χειροποίητα, μικρὸν δὲ ὕστερον ἐπὶ τὴν ἄνω Ἱερουσαλὴμ, καὶ τὰ ἐκεῖσε Ἅγια τῶν ἁγίων, ἃ τέλος οἶδα τῆς ἐνταῦθα κακοπαθείας καὶ συντονίας τοῖς καλῶς ὁδεύουσιν. Ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ ἅγιοι, λαὸς περιού σιος, βασίλειον ἱεράτευμα, σχοίνισμα Κυρίου τὸ κράτιστον, ἀπὸ σταγόνος ποταμὸς ὅλος, ἀπὸ σπινθῆ ρος λαμπὰς οὐράνιος, ἀπὸ κόκκου νάπυος δένδρον, πτηνῶν ἀνάπαυμα.

Ιʹ. Τούτους δωροφοροῦμεν ὑμῖν, ὦ φίλοι ποιμέ νες, τούτους προσάγομεν, τούτοις δεξιούμεθα τοὺς ἡμετέρους φίλους, καὶ ξένους, καὶ συνεκδήμους. Τούτων οὐδὲν κάλλιον προσενεγκεῖν εἴχομεν ὑμῖν, οὐδὲ λαμπρότερον, ὧν ἔχομεν τὸ μεῖζον ἐπιζη τήσαντες· ἵν' εἰδῆτε καὶ ξένους ὄντας ἡμᾶς καὶ οὐκ ἐνδεεῖς· ἀλλὰ πτωχοὺς μὲν,