1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

τῶν ἄλλων, αὐτός τι βέλτιον τῶν πολλῶν γι νώσκων, δεξαίμην ἂν ἐκείνων εἷς εἶναι μᾶλλον, ἢ, ὅπερ εἰμὶ, μετὰ τῆς ἀφανίας ἐλεύθερος. Πρὸς γὰρ αὖ τοῖς ἄλλοις πάσχω τι καὶ τοιοῦτον, οὐ τὰ πολλὰ συμφέρομαι τοῖς πολλοῖς, οὐδὲ τὴν αὐτὴν βα 36.485 δίζειν ἀνέχομαι· θρασέως μὲν ἴσως καὶ ἀμαθῶς, πάσχω δ' οὖν ὅμως. Ἀνιᾷ με τὰ τῶν ἄλλων τερπνὰ, καὶ τέρπομαι τοῖς ἑτέρων ἀνιαροῖς. Ὥστε οὐκ ἂν θαυμάσαιμι οὐδὲ τοῦτο, εἰ καὶ δεθείην, ὡς δύσχρη στος, καὶ ἀνοηταίνειν δόξαιμι τοῖς πολλοῖς, ὅ τις λέγεται τῶν παρ' Ἕλλησι φιλοσοφησάντων παθεῖν, ἐγκληθεὶς ὡς μανίαν τὴν σωφροσύνην, ὅτι διεγέλα τὰ πάντα, γέλωτος ὁρῶν ἄξια τὰ τοῖς πολλοῖς σπουδαζό μενα· ἢ καὶ γλεύκους νομισθείην εἶναι μεστὸς, ὡς ὕστερον οἱ Χριστοῦ μαθηταὶ τῷ λαλεῖν γλώσσαις· ἀγνοηθέντες, ὅτι Πνεύματος δύναμις ἦν, οὐ φρε νῶν ἔκστασις.

ΚΓʹ. Σκοπείτε γὰρ καὶ ἡμῶν τὰ ἐγκλήματα. Το σοῦτος χρόνος, φησὶν, ἐξ οὗ τὴν Ἐκκλησίαν ἄγεις, μετὰ τῆς τοῦ καιροῦ ῥοπῆς, καὶ τῆς τοῦ κρατοῦντος ὁρμῆς, τοσούτου πράγματος· τί τῆς μεταβολῆς ἡμῖν ἐπεσήμηνε; Πόσοι καθ' ἡμῶν ἔμπροσθεν γεγόνασιν ὑβρισταί; Τί δεινὸν οὐ πεπόνθαμεν; Οὐχ ὕβρεις; Οὐκ ἀπειλάς; Οὐ φυγάς; Οὐ χρημάτων ἁρπαγάς; Οὐ δη μεύσεις; Οὐ πρεσβυτέρων ἐμπρησμοὺς θαλατ τίους; Οὐ ναοὺς βεβηλωμένους ἁγίων αἵμασι, καὶ γενομένους ἀντὶ ναῶν πολυάνδρια; Οὐ πρεσβυτέ ρων ἐπισκόπων, οἰκειότερον δὲ πατριαρχῶν εἰπεῖν, σφαγὰς δημοσίας; Οὐ τὸ πάντα τόπον ἄβατον εἶναι τοῖς εὐσεβέσι μόνοις; Οὐχ ὅ τι ἂν εἴποι τις τῶν δει νῶν; Ὧν τί τοῖς πεποιηκόσιν ἀντιδεδώκαμεν, ἐπειδὴ τὸ ἐξεῖναι ποιεῖν εὖ ποιοῦν ἀντεστράφη, καὶ παιδεύειν ἔδει τοὺς ὑβριστάς; Ἐῶ τἄλλα· τὰ δὲ ἡμέτερα, ἵνα μὴ τὰ σὰ λέγωμεν, οὐ δεδιώγμεθα; Οὐχ ὑβρίσμεθα; Οὐκ ἀπεληλάμεθα ἐκκλησιῶν, οἰκιῶν, ἐρήμων αὐτῶν, τὸ δεινότατον Οὐκ ἠνέγκαμεν δῆμον μαινό μενον; ὑπάρχους ὑβρίζοντας; Βασιλέας ὑβριζομέ νους, καὶ μετὰ τῶν προσταγμάτων; Εἶτα τί; Γεγόναμεν ἰσχυρότεροι, καὶ διαπεφεύγασιν οἱ διώ κοντες. Τοῦτο γάρ· αὐτάρκης ἐμοὶ τιμωρία κατὰ τῶν ἀδικούντων, ἡ τοῦ ἀντιδρᾷν ἐξουσία. Τοῖς δὲ οὐχ οὕτω δοκεῖ· λίαν γάρ εἰσιν ἐντελεῖς καὶ δίκαιοι περὶ τὴν ἀντίδοσιν· καὶ διὰ τοῦτο ἀπαιτοῦσι τὰ τοῦ καιροῦ. Τίς ὕπαρχος, φησὶν, ἐζημίωται; Τίς δῆ μος σεσωφρόνισται; Τίνες δήμων ἀνάπται; Τίνα φόβον ἡμῖν αὐτοῖς καὶ πρὸς τὸ μέλλον ἐχαρισά μεθα; 36.488

Κ∆ʹ. Τάχα δ' ἂν καὶ ταῦτα ἡμῖν ὀνειδίσαιεν (καὶ γὰρ ὠνειδίκασι)· τὸ δὲ τῆς τραπέζης φιλότιμον, τὸ δὲ τῆς ἐσθῆτος αἰδέσιμον, αἱ δὲ πρόοδοι, τὸ δὲ σοβαρὸν πρὸς τοὺς ἐντυγχάνοντας. Ἠγνόουν γὰρ, ὅτι πρὸς ὑπάτους ἡμῖν καὶ ὑπάρχους ἡ ἅμιλλα, καὶ στρατηγῶν τοὺς εὐδοκιμωτάτους, οἳ μὴ ἔχουσιν, ὅποι τὰ ἑαυτῶν ῥίψουσι. Καὶ δεῖ περιστένειν μὲν ἡμῖν τὴν γαστέρα κατατρυφῶσι τῶν πτωχι κῶν, ὡς δὲ εἰς τὰ περιττὰ κεχρῆσθαι τοῖς ἀναγ καίοις, καὶ τῶν θυσιαστηρίων κατερεύγεσθαι. Ἵπποις δὲ φέρεσθαι τρυφεροῖς, καὶ δίφρων ὑπεραίρεσθαι πε ριλάμπρως, προπομπεύεσθαί τε καὶ περιποππύζε σθαι, καὶ πάντας ὑποχωρεῖν ἡμῖν, ὥσπερ θηρίοις, καὶ περισχίζεσθαι, ἢ καὶ πόῤῥωθεν εἶναι δήλους ἐπερχο μένους. Εἰ ταῦτα δεινὰ γέγονε, παρελήλυθε· χαρί σασθέ μοι τὴν ἀδικίαν ταύτην. Ἄλλον προστήσασθε τὸν ἀρέσοντα τοῖς πολλοῖς· ἐμοὶ δὲ δό τε τὴν ἐρημίαν, καὶ τὴν ἀγροικίαν, καὶ τὸν Θεὸν, ᾧ μόνῳ, καὶ διὰ τῆς εὐτελείας, ἀρέσομεν. ∆ει νὸν, εἰ στερησόμεθα λόγων, καὶ συλλόγων, καὶ πανηγύρεων, καὶ τῶν κρότων τούτων ὑφ' ὧν πτερούμεθα, καὶ οἰκείων, καὶ φίλων, καὶ τιμῶν, καὶ κάλλους πόλεως καὶ μεγέθους, καὶ τῆς πανταχόθεν πε ριλαμπούσης ἀστραπῆς τοὺς πρὸς αὐτὰ βλέπον τας, ἀλλὰ μὴ εἴσω συννενευκότας· ἀλλ' οὔπω τοσοῦ τον ὅσον εἰ θορυβήσομαι καὶ χρανθήσομαι τοῖς ἐν μέσῳ ταράχοις καὶ βράσμασι, καὶ ταῖς πρὸς τοὺς πολλοὺς μετακλίσεσιν. Οὐ γὰρ ζητοῦσιν ἱερεῖς, ἀλλὰ ῥήτορας· οὐδὲ ψυχῶν οἰκονόμους, ἀλλὰ χρημάτων φύλακας· οὐδὲ θύτας καθαροὺς, ἀλλὰ προστάτας ἰσχυρούς. Ἀπολογήσομαί τι περὶ αὐτῶν· οὕτως ἡμεῖς αὐτοὺς