1

 2

 3

 4

 5

2

φασί· λέγομεν γάρ. ἀλλ' ἐγκαλοῦντες τοῦτο προφέρουσιν, ὅτι ἡ συνήθεια αὐτῶν τοῦτο οὐκ ἔχει καὶ ἡ γραφὴ οὐ συντίθεται. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; οὐ νομί ζομεν δίκαιον εἶναι τὴν παρ' αὐτοῖς ἐπικρατοῦσαν συνήθειαν νόμον καὶ κανόνα τοῦ ὀρθοῦ ποιεῖσθαι λόγου. εἰ γὰρ ἰσχυρόν ἐστιν εἰς ὀρθότητος ἀπόδειξιν ἡ συνήθεια, ἐξέσται καὶ ἡμῖν 3,1.6 πάντως ἀντιπροβάλλεσθαι τὴν παρ' ἡμῖν ἐπικρατοῦσαν συνήθειαν· εἰ δὲ παραγράφονται ταύτην ἐκεῖνοι, οὐδὲ ἡμῖν πάντως ἐπακολουθητέον ἐκείνοις. οὐκοῦν ἡ θεόπνευστος ἡμῖν διαιτησάτω γραφή, καὶ παρ' οἷς ἂν εὑρεθῇ τὰ δόγματα συνῳδὰ τοῖς θείοις λόγοις, ἐπὶ τούτους ἥξει πάντως τῆς ἀληθείας ἡ ψῆφος. τί οὖν ἐστι τὸ ἔγκλημα; δύο γὰρ κατὰ ταὐτὸν ἐν τῇ κατηγορίᾳ τῇ καθ' ἡμῶν προενήνεκται· ἓν μὲν τὸ διαιρεῖν τὰς ὑποστάσεις, ἕτερον δὲ τὸ μηδέν τι τῶν θεοπρεπῶν ὀνομάτων πληθυντικῶς ἀριθμεῖν, ἀλλὰ μίαν (κα θὼς εἴρηται) τὴν ἀγαθότητα καὶ τὴν δύναμιν καὶ τὴν θεότητα καὶ πάντα ταῦτα μοναδικῶς ἐξαγγέλλειν. πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως οἱ τὴν ἑτερότητα τῶν οὐσιῶν ἐπὶ τῆς θείας δογματίζοντες φύσεως· οὐ γὰρ εἰκός ἐστι τοὺς τρεῖς λέγοντας οὐσίας μὴ καὶ τρεῖς πάντως ὑποστάσεις λέγειν. οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι, τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μονα δικῶς καταγγέλλειν.

Ἀλλ' ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. ὁ γὰρ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης ἢ τῷ πολλὰς λέγοντι ἢ τῷ μηδεμίαν συνθήσεται· οὐ γάρ ἐστι δυνατὸν ἕτερόν τι παρὰ τὸ εἰρημένον ἐπινοῆσαι. ἀλλ' οὐδὲ πολλὰς λέγειν συγχωρεῖ ἡ τῆς γραφῆς διδασκαλία, εἴ που καὶ μέμνηται, μοναχῶς τῆς θεότητος μνημονεύουσα· 3,1.7 Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, καὶ ἑτέρωθι Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. εἰ οὖν εἰς πλῆθος ἐκτείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων μόνων τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστί, τὸ δὲ καθόλου ἀρνεῖσθαι τὴν θεότητα τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τῷ μίαν ὁμολογεῖν τὴν θεότητα; ἀλλ' ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπὸν ἐπὶ μὲν τοῦ πατρὸς καταδέχεσθαι τὸ θεὸν εἶναι καὶ τὸν υἱὸν ὡσαύτως τιμᾶσθαι τῷ τῆς θεότητος ὀνόματι συν τιθέμενοι, τὸ δὲ πνεῦμα πατρὶ καὶ υἱῷ συναριθμούμενον μη κέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπεριλαμβάνεσθαι, ἀλλ' ἐκ τοῦ πατρὸς μέχρι τοῦ υἱοῦ ἱσταμένην τὴν τῆς θεότητος δύναμιν ἀποκρίνειν τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ πνεύμα τος. οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν, διὰ βραχέων καὶ πρὸς ταύτην τὴν ἔννοιαν. Τίς οὖν ὁ ἡμέτερος λόγος; παραδιδοὺς ὁ κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ πατρὶ καὶ τῷ υἱῷ συνάπτει καὶ τὸ πνεῦμα τὸ ἅγιον· τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν τὴν συνάφειαν ἔχειν, οὐ γὰρ ἔν τινι συντεταγμένον ἐν ἑτέροις ἀποσχοινίζεται. ἀλλ' ἐν τῇ ζωοποιῷ δυνάμει, καθ' ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα ἡ τοῦ πνεύματος δύναμις πατρὶ καὶ υἱῷ καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμονικόν, δυνατὸν καὶ πανταχοῦ δηλονότι τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημ 3,1.8 μένοις ὀνόμασιν. οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύ ταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον πατρὶ καὶ υἱῷ ἐν οὐδενὶ διακεκρίσθαι νομίζειν. οὐδὲ γὰρ οἴδαμεν ἔν τινι τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων ὀνομάτων τὴν κατὰ τὸ κρεῖττον καὶ χεῖρον διαφοράν, ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινωνίαν συγχωροῦντας τῷ πνεύματι τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον. πάντα γὰρ τὰ θεοπρεπῆ ὀνόματά τε καὶ νοήματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα τῷ μηδὲν περὶ τὴν τοῦ ὑποκειμέ νου διαφωνεῖν σημασίαν· οὐ γὰρ ἐπ' ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν ἡ τοῦ ἀγαθοῦ προσηγορία, ἐφ' ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ