1

 2

 3

 4

 5

3

τοῦ δυνατοῦ καὶ τοῦ δικαίου· ἀλλ' ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ ση μαινόμενον, κἂν θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω, ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. εἰ δὴ πάντα τὰ ὀνόματα <τὰ> τῇ θείᾳ φύσει ἐπιλεγόμενα ἰσοδυναμεῖ ἀλλήλοις κατὰ τὴν τοῦ ὑπο κειμένου ἔνδειξιν, ἄλλα κατ' ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν ὁδηγοῦντα, τίς ὁ λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν πρὸς πατέρα τε καὶ υἱὸν συγχωροῦντας τῷ πνεύματι μόνης ἀλλοτριοῦν αὐτὸ τῆς θεότητος; ἀνάγκη γὰρ πᾶσα ἢ καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν ἢ μηδὲ τὴν ἐν τοῖς λοιποῖς 3,1.9 συγχωρεῖν. εἰ γὰρ ἐν ἐκείνοις ἄξιον, οὐδὲ ἐν τούτῳ πάντως ἀνάξιον· εἰ δὲ μικρότερον κατὰ τὸν ἐκείνων λόγον ἐστὶν ἢ ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς πατέρα τε καὶ υἱὸν τὴν κοινωνίαν χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον.

Θεωρούμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνόματα διὰ τῆς ἐν ἑκάστοις θεωρουμένης ἐμφάσεως εὑρεθήσεται μηδὲν τῆς τοῦ θεοῦ προσηγορίας ἔλαττον ἔχοντα· τεκμήριον δέ, ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται, μᾶλλον δὲ οὐ φείδεται ἡ θεία γραφὴ τῆς ὁμωνυμίας ταύτης οὐδὲ ἐπὶ τῶν ἀπεμφαινόντων πραγμάτων, ὅταν τὰ εἴδωλα τῇ τοῦ θεοῦ προσ ηγορίᾳ κατονομάζῃ. Θεοὶ γάρ, φησίν, οἳ οὐκ ἐποίησαν τὸν οὐρα νὸν καὶ τὴν γῆν, ἀρθήτωσαν καὶ ὑποκάτω τῆς γῆς βληθήτω σαν· καὶ Πάντες, φησίν, οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. καὶ ἡ ἐγγα στρίμυθος ἐν ταῖς μαντείαις αὐτῆς ψυχαγωγοῦσα πρὸς τὸν Σαοὺλ τὰς ἐπιζητουμένας ψυχάς, θεοὺς ἑωρακέναι φησίν. ἀλλὰ καὶ ὁ Βαλαὰμ οἰωνιστής τις ὢν καὶ μάντις καὶ διὰ χειρὸς τὰ μαντεῖα φέρων (καθώς φησιν ἡ γραφή) καὶ τὴν ἐκ δαιμόνων διδασκαλίαν διὰ τῆς οἰωνιστικῆς περιεργίας ἑαυτῷ κατορ 3,1.10 θώσας, παρὰ θεοῦ συμβουλεύεσθαι ὑπὸ τῆς γραφῆς ἱστορεῖται. καὶ πολλὰ τοιαῦτα ἔστι συλλεξάμενον ἐκ τῶν θείων παρα θέσθαι γραφῶν ὅτι τὸ ὄνομα τοῦτο οὐδὲν παρὰ τὰς λοιπὰς θεοπρεπεῖς προσηγορίας πρωτεύει, ὅτι (καθὼς εἴρηται) καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμωνύμως παρὰ τῆς γραφῆς λέγεται· τὸ δὲ τοῦ ἁγίου ὄνομα καὶ τοῦ ἀφθάρτου καὶ τοῦ εὐθέος καὶ τοῦ ἀγαθοῦ οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς γραφῆς ἐδιδάχθημεν. οὐκοῦν εἰ ἐν τοῖς ἐξαιρέτως ἐπὶ μόνης τῆς θείας φύσεως εὐσεβῶς λεγομένοις ὀνόμασι κοινωνεῖν τὸ ἅγιον πνεῦμα πρὸς τὸν υἱὸν καὶ τὸν πατέρα οὐκ ἀντιλέγουσι, τίς ὁ λόγος μόνῳ τούτῳ κατασκευάζειν ἀκοινώ νητον εἶναι, οὗ μετέχειν ἐδείχθη κατά τινα ὁμώνυμον χρῆσιν καὶ τὰ δαιμόνια καὶ τὰ εἴδωλα; Ἀλλὰ λέγουσι φύσεως ἐνδεικτικὴν εἶναι τὴν προσηγο ρίαν ταύτην, ἀκοινώνητον δὲ εἶναι πρὸς πατέρα καὶ υἱὸν τὴν τοῦ πνεύματος φύσιν, καὶ διὰ τοῦτο μηδὲ τῆς κατὰ τὸ ὄνομα τοῦτο κοινωνίας μετέχειν. οὐκοῦν δειξάτωσαν διὰ τίνων τὸ τῆς φύσεως παρηλλαγμένον ἐπέγνωσαν. εἰ μὲν γὰρ ἦν δυνατὸν αὐτὴν ἐφ' ἑαυτῆς τὴν θείαν φύσιν θεωρηθῆναι καὶ τό τε οἰκείως ἔχον καὶ τὸ ἀλλότριον διὰ τῶν φαινομένων εὑρεῖν, οὐκ ἂν πάντως ἐδεήθημεν λόγων ἢ τεκμηρίων ἑτέρων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν· ἐπεὶ δὲ ἡ μὲν ὑψηλοτέρα τῆς τῶν ζητούντων ἐστὶ κατανοήσεως, ἐκ δὲ τεκμηρίων τινῶν 3,1.11 περὶ τῶν διαφευγόντων τὴν γνῶσιν ἡμῶν στοχαστικῶς ἀναλογιζόμεθα, ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειρ αγωγεῖσθαι πρὸς τὴν τῆς θείας φύσεως ἔρευναν. οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρὰ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐνεργου μένας, διαφόρους εἶναι καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχαζόμεθα. οὐδὲ γὰρ ἐνδέχεται τὰ διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι (οὔτε ψύχει τὸ πῦρ οὔτε θερμαίνει ὁ κρύσταλλος), ἀλλὰ τῇ τῶν φύσεων διαφορᾷ συνδιαχωρίζονται ἀπ' ἀλλήλων καὶ αἱ παρὰ τούτων ἐνέργειαι. ἐὰν δὲ μίαν νοήσωμεν τὴν ἐνέργειαν πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου ἐν μηδενὶ διαφέρουσάν τι ἢ παραλλάσσουσαν, ἀνάγκη τῇ ταυτότητι τῆς ἐνεργείας τὸ