1

 2

 3

 4

 5

 6

2

τὴν οὐσίαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. εἰ γάρ, ἔνθα διαφορά, τριὰς διὰ τὴν διαφοράν, ἔνθα ταυτότης, μονὰς διὰ τὴν ταυτότητα· ἔστι δὲ ταυτότης τῶν προσώπων κατὰ τὴν οὐσίαν· μονὰς ἄρα αὐτῶν κατὰ τὴν οὐσίαν. εἰ δὲ κατὰ τὴν οὐσίαν μονὰς τῆς ἁγίας τριάδος, δῆλον ὅτι καὶ κατὰ τὸ θεὸς ὄνομα. δηλωτικὸν γὰρ τοῦτο τῆς οὐσίας οὐ τὸ τί αὐτῆς παριστῶν (δῆλον ὅτι ἐπείπερ ἀπερινόητον καὶ ἀκατάληπτον τὸ τῆς θείας οὐσίας), ἀλλ' ἀπό τινος ἰδιώματος προσόντος 3,1.22 αὐτῇ λαμβανόμενον παραδηλοῖ αὐτήν, καθάπερ τὸ χρεμε τιστικὸν καὶ τὸ γελαστικὸν ἰδιώματα ὄντα φύσεων λεγό μενα σημαίνει τὰς φύσεις, ὧνπέρ ἐστιν ἰδιώματα. ἔστι τοίνυν ἰδίωμα τῆς ἀϊδίου οὐσίας, ἧς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τὸ πάντα ἐποπτεύειν καὶ θεωρεῖν καὶ γινώσκειν, οὐ μόνον τὰ ἔργῳ γινόμενα, ἀλλὰ καὶ τὰ ἐν νῷ λαμβανόμενα, ὅπερ μόνης ἐστὶν ἐκείνης τῆς οὐσίας, ἅτε δὴ καὶ αἰτίας πάντων ὑπαρχούσης τῆς τὰ πάντα ποιησάσης καὶ πάντων ὡς ἰδίων ποιημάτων δεσποζούσης, τὰ δὲ κατ' ἀνθρώπους ἅπαντα συμφέροντί τινι καὶ ἀρρήτῳ λόγῳ πρυτανευούσης. ἐντεῦθεν εἰλημμένον τὸ θεὸς ὄνομα κυρίως λεγόμενον σημαίνει τὴν οὐσίαν ἐκείνην, ἥτις ἀληθῶς δεσπόζει τῶν ἁπάντων ὡς πάντων δημιουργός. μιᾶς τοιγαροῦν ὑπαρ χούσης τῆς οὐσίας, ἧς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, καὶ ἑνὸς τοῦ παραδηλοῦντος αὐτὴν ὀνόματος (φημὶ δή, τοῦ θεός) εἷς θεὸς ἔσται κυρίως καὶ ἀκολούθως τῷ λόγῳ τῆς οὐσίας, μηδενὸς λόγου καταναγκάζοντος ἡμᾶς τρεῖς λέγειν θεούς, ὥσπερ οὖν οὐδὲ τρεῖς οὐσίας. εἰ γὰρ ἐπὶ Πέτρου καὶ Παύλου καὶ Βαρνάβα τρεῖς οὐσίας οὔ φαμεν διὰ τὸ μιᾶς αὐτοὺς εἶναι, πόσῳ μᾶλλον ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τοῦτο δικαίως οὐ ποιήσομεν· εἰ γὰρ τὴν οὐσίαν οὐ διαιρετέον εἰς τρεῖς διὰ τὰ πρόσωπα, δῆλον ὅτι οὐδὲ τὸν θεόν, ἐπεὶ μὴ πρόσωπον δηλοῖ τὸ θεός, ἀλλὰ τὴν οὐσίαν. εἰ γὰρ πρόσωπον ἐδήλου τὸ θεός, ἓν καὶ μόνον 3,1.23 τῶν προσώπων ἐλέγετο θεός, ὅπερ ἐσημαίνετο τῷ τοιῷδε ὀνόματι, ὥσπερ οὖν καὶ πατὴρ μόνος ὁ πατὴρ λέγεται διὰ τὸ προσώπου δηλωτικὸν εἶναι τοῦτο τὸ ὄνομα.

Εἰ δὲ φαίη τις, ὅτι Πέτρον καὶ Παῦλον καὶ Βαρνάβαν φαμὲν τρεῖς οὐσίας μερικάς [δῆλον ὅτι τοῦτ' ἐστιν ἰδικάς]· τοῦτο γὰρ κυριώτερον εἰπεῖν, γνώτω ὅτι μερικὴν οὐσίαν, τουτέστιν ἰδικήν, λέγοντες οὐδὲν ἕτερον σημᾶναι βουλόμεθα ἢ ἄτομον, ὅπερ ἐστὶ πρόσωπον. διὸ δὴ καὶ τρεῖς εἰ λέγοι μεν μερικὰς οὐσίας, τουτέστιν ἰδικάς, οὐδὲν ἄλλο φαμὲν ἢ τρία πρόσωπα· προσώποις δὲ οὐχ ἕπεται τὸ θεός, καθάπερ δέδεικται. οὐδ' ἄρα οὐδὲ τῇ μερικῇ, ὅπερ ἐστὶν ἰδικῇ, οὐσίᾳ· ταὐτὸν γάρ ἐστιν ἰδικὴ οὐσία τῷ προσώπῳ ἐπὶ τῶν ἀτόμων λεγομένη. τί οὖν λεκτέον πρὸς ἐκεῖνο, ὅτι Πέτρον καὶ Παῦλον καὶ Βαρνάβαν τρεῖς φαμὲν ἀνθρώπους; εἰ γὰρ ταῦτα πρόσωπα, πρόσωπα δὲ τῷ σημαντικῷ ὀνόματι τῆς κοινῆς οὐσίας οὐ σημαίνεται, ὁμοίως οὐδὲ ἡ μερικὴ λεγομένη ἤτοι ἰδικὴ οὐσία, ἐπειδὴ ταὐτὸν αὕτη τῷ προσ ώπῳτίνος χάριν τρεῖς ἀνθρώπους φαμὲν αὐτοὺς μιᾶς οὐσίας ὑπάρχοντας, ἧς ἐστι τὸ ἄνθρωπος δηλωτικόν, εἰ μήτε διὰ τὰ πρόσωπα μήτε διὰ τὸ λέγεσθαι μερικὴν ἤγουν ἰδικὴν οὐσίαν ἐκφωνοῦμεν τοῦτο; φαμέν, ὅτι καταχρηστικῶς καὶ οὐ κυρίως τοῦτο λέγομεν διά τινα συνήθειαν ἐξ ἀναγκαίων αἰτιῶν κρατήσασαν, αἵτινες οὐ θεωροῦνται ἐπὶ τῆς ἁγίας τριάδος, ἵνα καὶ ἐπ' αὐτῆς τοῦτο αὐτὸ ποιῶμεν. εἰσὶ 3,1.24 δὲ αἱ αἰτίαι αὗται· ὁ ὅρος ὁ τοῦ ἀνθρώπου οὐκ ἀεὶ ἐν τοῖς αὐτοῖς ἀτόμοις ἤγουν προσώποις θεωρεῖται· τῶν μὲν γὰρ προτέρων τελευτώντων ἕτερα ἀντ' αὐτῶν συνίσταται καὶ πάλιν τῶν αὐτῶν πολλάκις μενόντων ἄλλα τινὰ ἐπιγίνεται, ὡς ποτὲ μὲν ἐν τούτοις, ποτὲ δὲ ἐν ἐκείνοις, καὶ ποτὲ μὲν ἐν πλείοσιν, ποτὲ δὲ ἐν ὀλιγωτέροις θεωρεῖσθαι τὸν τῆς φύσεως ἤγουν τοῦ ἀνθρώπου ὅρον. διὰ ταύτην οὖν τὴν αἰτίαν τῆς τε προσθήκης καὶ τῆς ἀφαιρέσεως τῆς τε ἀποβιώσεως καὶ γεννήσεως τῶν ἀτόμων, ἐν οἷς θεωρεῖται ὁ τοῦ ἀνθρώπου ὅρος, ἀναγκαζόμεθα καὶ πολλοὺς λέγειν ἀνθρώπους καὶ ὀλίγους τῇ τροπῇ καὶ ἀλλοιώσει τῶν προσώπων ἐκκρου σθείσης τῆς κοινῆς συνηθείας καὶ παρ' αὐτὸν τὸν τῆς οὐσίας λόγον, ὥστε συναριθμεῖν τοῖς