1

 2

 3

 4

 5

 6

6

οὐδὲ δύο ἢ τρεῖς κυρίως λέγομεν ἀνθρώπους. καὶ εἰ ἐπὶ τοῦ ἀνθρώπου ταῦτα δέδεικται, πόσῳ μᾶλλον ἐπὶ τῆς ἀϊδίου καὶ θείας οὐσίας κυριώτερον ἁρμόσει τὸ μὴ τοιόνδε θεὸν καὶ τοιόνδε λέγεσθαι τῶν ὑποστάσεων ἑκάστην μηδὲ θεὸν καὶ θεὸν καὶ θεὸν ἐκφωνεῖσθαι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα μηδὲ τρεῖς θεούς, κἂν τῇ ἐνθυμήσει, δογματίζεσθαι. 3,1.33 συνέστηκεν ἄρα τῷ πρὸς ἡμῶν καὶ δικαίῳ καὶ ἀκολούθῳ καὶ ἐπιστημονικωτάτῳ λόγῳ, ὡς ἕνα θεόν φαμεν τὸν τῶν ἁπάντων δημιουργόν, εἰ καὶ ἐν τρισὶ προσώποις ἤγουν ὑποστάσεσι θεωρεῖται πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.