1

 2

 3

2

συμπαραταξάμενος· καὶ ὁ διὰ λαίλαπος τῷ Ἰὼβ χρηματίσας· καὶ ὁ ἐπὶ τοῦ ὑψηλοῦ θρόνου τῷ Ἠσαΐᾳ φανείς· καὶ ὁ ἀνθρωπικῷ σχήματι παρὰ τοῦ Ἰεζεκιὴλ τῷ λόγῳ ὑπογραφείς· καὶ μετὰ ταῦτα ὁ ἐν τῷ φωτὶ καταστράψας τὸν Παῦλον· καὶ πρὸ τούτου ὁ ἐπὶ τοῦ ὄρους τοῖς περὶ τὸν Πέτρον ἐν ὑψηλοτέρᾳ δόξῃ φανείς. εἰ δὲ τοῦτο ἄτοπον καὶ παντελῶς ἀσεβὲς τὸ τὰς ποικίλας τοῦ μονογενοῦς θεοφανείας εἰς ἀριθμὸν υἱῶν καταμερίζειν, τὴν ἴσην ἀτοπίαν ἔχει καὶ τὸ τὴν διὰ σαρκὸς ἐπιφάνειαν ἀφορμὴν εἰς ἑτέρου υἱοῦ κατασκευὴν ποιεῖσθαι. 3,1.123

Οἰόμεθα γὰρ ὅτι κατὰ τὸ μέτρον τῆς ἑκάστου δυνάμεως τῶν δεχομένων τὴν θείαν ἐπιφάνειαν ἀεὶ γέγονε τῆς ὑπερε χούσης φύσεως ἡ ὀπτασία, μείζων μὲν καὶ θεοπρεπεστέρα τοῖς δυναμένοις καθικέσθαι τοῦ ὕψους, ἐλάττων δὲ καὶ σμικροπρεπεστέρα τοῖς ἀχωρήτοις τοῦ μείζονος· οὗ χάριν οὐχ ὁμοίως ταῖς προλαβούσαις ἐπιφανείαις ἐν τῇ διὰ σαρκὸς οἰκονομίᾳ τῇ τῶν ἀνθρώπων ζωῇ ἐπιφαίνεται, ἀλλ' ἐπειδὴ πάντες, καθώς φησιν ὁ προφήτης, ἐξέκλινάν τε καὶ ἠχρειώ θησαν καὶ οὐκ ἦν, καθὼς γέγραπται, ὁ δυνάμενος συνιέναι καὶ ἐκζητῆσαι τὸ τῆς θεότητος ὕψος, διὰ τοῦτο τῇ σαρ κωδεστέρᾳ γενεᾷ ἐπιφαινόμενος ὁ μονογενὴς υἱὸς σὰρξ γίνεται, κατὰ τὴν βραχύτητα τοῦ δεχομένου ἑαυτὸν συστείλας, μᾶλλον δέ, καθώς φησιν ἡ γραφή, ἑαυτὸν κενώσας, ἵνα ὅσον χωρεῖ ἡ φύσις τοσοῦτον δέξηται. τὸ γὰρ εἶναι τὴν γενεὰν ἐκείνην παρὰ τὰς προλαβούσας κατάκριτον, σαφῶς παρὰ τῆς τοῦ κυρίου φωνῆς μεμαθήκαμεν, ἐν οἷς Σοδομίτας τε αὐτῶν ἀνεκτοτέρους ἀπέφηνε καὶ Νινευΐτας καὶ τὴν τοῦ νότου βασίλισσαν κατακρινεῖν ἐν τῇ ἀναστάσει τὴν γενεὰν ἐκείνην ὁ κύριος διωρίσατο.

Εἰ μὲν οὖν πάντες κατὰ τὸν Μωυσέα δυνατῶς εἶχον ἐντὸς γενέσθαι τοῦ γνόφου, ἐν ᾧ εἶδεν ὁ Μωυσῆς τὰ 3,1.124 ἀθέατα ἢ κατὰ τὸν ὑψηλὸν Παῦλον τριῶν οὐρανῶν ὑπεραρ θῆναι καὶ ἐν παραδείσῳ περὶ τῶν ὑπὲρ λόγον πραγμάτων διδαχθῆναι τὰ ἄρρητα· ἢ κατὰ τὸν ζηλωτὴν Ἠλίαν τῷ πυρὶ πρὸς τὸν αἰθέριον χῶρον συνεπαρθῆναι καὶ μὴ βαρυνθῆναι τῷ ἐφολκίῳ τοῦ σώματος· ἢ κατὰ τὸν Ἰεζεκιήλ τε καὶ Ἠσαΐαν ἐπὶ τοῦ θρόνου τῆς δόξης ἰδεῖν τὸν ἐπὶ τῶν Χερουβὶμ ἐπαιρόμενον ἢ ὑπὸ τῶν Σεραφὶμ δοξαζόμενονοὐδ' ἂν ἐγένετο πάντως χρεία τῆς διὰ σαρκὸς τοῦ θεοῦ ἡμῶν ἐπιφανείας, πάντων τοιούτων ὄντων. ἐπειδὴ δέ, καθὼς ὁ κύριος λέγει, γενεὰ πονηρὰ καὶ μοιχαλὶς ἦν ἡ γενεὰ ἐκείνη (πονηρὰ μὲν διὰ τό, καθώς φησι τὸ εὐαγγέλιον, ὅλον τότε τὸν κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι, μοιχαλὶς δὲ διὰ τὸ ἀποστᾶσαν αὐτὴν τοῦ ἀγαθοῦ νυμφίου τῷ διὰ κακίας μοιχεύοντι τὰς ψυχὰς ἀνακραθῆναι)τούτου χάριν ὁ ἀληθινὸς ἰατρός, ὁ τοὺς κακῶς ἔχοντας θεραπεύων ὡς ἐπεζήτει τὴν θεραπείαν ἡ νόσος, οὕτω προσήγαγε τῷ ἀρρωστοῦντι τὴν ἐπιμέλειαν, τρόπον τινὰ συνασθενήσας τῇ ἀρρωστίᾳ τῆς ἡμετέρας φύσεως καὶ σὰρξ γενόμενος, ἥτις ἐν τῇ ἑαυτῆς φύσει συνου σιωμένην ἔχει τὴν ἀσθένειαν, καθὼς διδάσκει ἡ θεία φωνὴ ὅτι Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Εἰ μὲν οὖν τὸ θεῖον ἐν τῷ ἀνθρωπίνῳ γενόμενον καὶ ἐν τῷ θνητῷ τὸ ἀθάνατον καὶ τὸ δυνατὸν ἐν τῷ ἀσθενεῖ καὶ 3,1.125 ἐν τῷ τρεπτῷ τε καὶ φθειρομένῳ τὸ ἀναλλοίωτόν τε καὶ ἄφθαρτον ἐφῆκεν ἐπιμεῖναι τὸ θνητὸν τῷ θνητῷ ἢ τῇ φθορᾷ τὸ φθαρτὸν καὶ τὰ ἄλλα τοῖς ἄλλοις κατὰ τὸν αὐτὸν τρόπον, εἰκότως ἄν τις δυάδα τῷ υἱῷ τοῦ θεοῦ ἐνεθεώρησεν, τῶν κατὰ τὸ ἐναντίον θεωρουμένων ἑκάτερον ἰδιαζόντως ἐφ' ἑαυτοῦ ἀριθμῶν. εἰ δὲ τὸ θνητὸν ἐν τῷ ἀθανάτῳ γενό μενον ἀθανασία ἐγένετο, ὁμοίως <δὲ> καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μετέβαλε καὶ τὰ ἄλλα πάντα ὡσαύτως πρὸς τὸ ἀπαθές τε καὶ θεῖον μετεποιήθη, τίς ὑπολείπεται λόγος ἔτι τοῖς εἰς δυϊκὴν διαφορὰν τὸ ἓν διασχίζουσιν; Ὁ γὰρ λόγος καὶ πρὸ τῆς σαρκὸς καὶ μετὰ τὴν ἔν σαρκον οἰκονομίαν λόγος καὶ ἦν καὶ ἔστιν· καὶ ὁ θεὸς καὶ πρὸ τῆς τοῦ δούλου μορφῆς καὶ μετὰ ταύτην θεός ἐστιν· καὶ τὸ φῶς τὸ ἀληθινὸν πρίν τε ἐλλάμψαι τῇ σκοτίᾳ καὶ μετὰ ταῦτα φῶς ἐστιν ἀληθινόν. εἰ οὖν ἀμετάπτωτος καὶ ἀμετά θετος πᾶσα θεοπρεπὴς ἔννοια διὰ