1

 2

 3

 4

 5

 6

 7

1

Ad imaginem dei et ad similitudinem

ΤΟΥ ΑΥΤΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΤΟΥ, ΤΙ ΕΣΤΙ ΤΟ, ΚΑΤ' ΕΙΚΟΝΑ ΘΕΟΥ ΚΑΙ ΚΑΘ' ΟΜΟΙΩΣΙΝ.

Οἱ τὴν ἑαυτῶν ἀπλανῶς τοῦ προσώπου θεόκτιστον ὡραιότητα κατανοεῖν

βουλόμενοι, οὐκ ἄλλως πως τὴν οἰκείαν εἰκόνα καὶ τοῦ προσώπου τὸν χαρακτῆρα ἐνοπτρίζεσθαι δύνανται ἀλλ' ἢ διά τινος καθαρωτά του ἐσόπτρου, ἐν ᾧ τὴν οἰκείαν τῆς ὄψεως εἰκόνα προσεγγίζοντες, ἐν αὐτῷ καὶ δι' αὐτοῦ ὁρῶσι τρανῶς ἔνδον ἀντίμιμόν τινα χαρακτῆρα κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἑαυτῶν. Οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν ἐσόπτρῳ τινὶ πρὸς τὴν θείαν ἀκτῖνα τοῦ νοεροῦ ἡλίου ἀτενίσαντες, ἐκεῖθεν ἐναργῶς τὸ ἀποσκίασμα καὶ τὴν μορφὴν καὶ τὴν εἰκόνα τοῦ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν τῆς ἡμετέρας καταμάθωμεν φύσεως. Ἔστι γὰρ, ἔστιν, ὡς ἐμοί γε δοκεῖ, ἡ τοῦ ἀνθρώπου κατασκευὴ φοβερά τις καὶ δυσερμήνευτος, καὶ πολλὰ καὶ ἀπόκρυφα ἐν αὐτῇ μυστήρια Θεοῦ ἐξεικονίζουσα. Καὶ ὥσπερ ἡ τοῦ ὀφθαλμοῦ φύσις τὰ μὲν ἐκτὸς ἑαυτῆς εὐχερῶς κατανοεῖ, ἑαυτὴν δὲ κατανοῆσαι ὁποῖά ἐστιν οὐ δύναται· οὕτω παντὶ ὀφθαλμῷ ἀνθρωπίνης διανοίας δυσθεώρητος καὶ δυσκατάληπτος ὁ τῆς ἡμετέρας δημιουργίας λόγος καθέστηκε.

Συντελέσας γὰρ ὁ Κτίστης τὸν ἁπλοῦν καὶ νοερώτατον τῶν ἀορά των δυνάμεων κόσμον, μεθ' ὃν καὶ τὸν ὑλικὸν τοῦτον καὶ ὁρώμενον, τὸν ἐκ τεσσάρων στοιχείων συγκείμενον, τότε φησὶ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ποιεῖ ζῶον, ὥσπερ τινὰ μικτὸν κόσμον συγγενῆ τῶν δύο κόσμων, ἐξ ἀσωμάτου καὶ ἀθανάτου καὶ ἀφθάρτου ψυχῆς, καὶ ἐξ ὑλικοῦ καὶ ὁρωμένου τετραστοίχου σώματος συγκείμενον. Οὗτινος γενομένου πάλιν φησὶν ἡ Γραφὴ, ὅτι Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰ κόνα Θεοῦ ἐποίησεν αὐτόν· Θεὸν καὶ λέγει τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Πολλαὶ μὲν οὖν καὶ διάφοροι γνῶμαι περὶ τούτου τοῖς ἐξηγηταῖς ἐῤῥήθησαν. Οἱ μὲν γὰρ τὸ ἀρχικὸν καὶ ἐξουσιαστικὸν τοῦ ἀνθρώπου τὸ κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν εἶπον, ἕτεροι δὲ τὸ νοερὸν καὶ ἀόρατον τῆς ψυχῆς. Ἄλλοι τὸ ἄφθαρτον καὶ ἀναμάρτητον, ὅτε γέγονεν ὁ 44.1329 Ἀδάμ· ἕτεροι προφητείαν αὐτὸ εἰρήκασι περὶ τοῦ βαπτίσματος.

Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοὶ ἔνια περὶ τούτου εἰπεῖν· καὶ πρῶτόν γε πάν των ἐκεῖνο ζητῆσαι ἄξιον, τὸ, τί δήποτε μὴ μᾶλλον τοὺς νοεροὺς καὶ ἀΰλους, καὶ οὐρανίους, καὶ πλησιοθέους ἀγγέλους ὠνόμασεν ὁ Θεὸς κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν αὐτοῦ; Καὶ γὰρ καὶ τὸ ἀρχικὸν καὶ ἐξουσιαστικὸν πάσης τῆς γῆς, καὶ αὐτοῦ τοῦ ἀνθρώ που αὐτοὶ ἔχουσι, μᾶλλον δὲ ὑπὲρ τὸν ἄνθρωπον. Ὁμοίως καὶ τὸ ἄφθαρτον, καὶ τὸ ἄϋλον, καὶ τὸ ἀόρα τον, καὶ τὸ καθαρὸν, καὶ πάντα ὅσα ἄλλα ἐγκώμια περὶ τοῦ Ἀδὰμ εἴποις, ὑπερβαλλόντως εἰσὶν ἐν τοῖς νοεροῖς καὶ οὐρανίοις τῶν ἀσωμάτων χοροῖς. Οὐκοῦν τι βαθύτερον ἡμῖν τῶν προκειμένων τὸ κατ' εἰκόνα τοῦ ἀνθρώπου αἰνίττεται. Οὐ γὰρ μίαν τινὰ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ὁ ἄνθρωπος κέκτηται, ἀλλὰ καὶ δευτέραν, καὶ τρίτην ἐξεικονίζων ὥσπερ ἐν ἐσόπτρῳ τινὶ καὶ σκιαγραφίᾳ τυπικῇ, οὐ φυσικῇ, τῆς τρισυποστάτου Θεότητος τὸ μυστήριον· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὴν ἐνανθρώπησιν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος Θεοῦ Λόγου σαφῶς προγράφων. Καὶ τάχα κατ' εἰκόνα μέν ἐστι γυμνὴ ἡ ψυχὴ τῆς Θεότητος, καθ' ὁμοίωσιν δὲ τῆς τοῦ Λόγου σαρκώσεως τὸ σύνθετον τῆς ἡμῶν ψυχῆς καὶ τοῦ σώματος.

Μᾶλλον δὲ ἐπ' αὐτὴν τὴν ἀρχὴν τοῦ λόγου ἀναδράμωμεν, ἐκεῖθεν ὥσπερ ἔκ τι νος βαθυτάτης πηγῆς πρῶτον ζητοῦντες τὸ, τί δή ποτε μὴ καθ' ὁμοιότητα τῶν λοιπῶν λογικῶν, ἤγουν τῶν ἀγγέλων, ἢ πάλιν κατ' ἰσότητα τῶν ἐμψύχων ζώων