1

 2

 3

 4

 5

 6

 7

7

οὔτε ὁ λόγος δίχα ψυχῆς, οὔτε μὴν ὁ νοῦς πάλιν καθ' ἑαυτὸν χωρὶς τῆς ψυχῆς καὶ τοῦ λόγου κατεργάζεταί τι, διὰ τὴν ὁμοφυῆ καὶ συμφυῆ καὶ ἀλληλένδετον αὐτῶν κοινὴν δύναμίν τε καὶ ἐνέργειαν, τὴν κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ. Εἰ δὲ λέγεις μοι, ὅτι οὐδὲν καθ' ἑαυτὴν ἐνεργεῖ ἡ ψυχὴ χωρὶς τοῦ σώματος, ἤδη τοῦτο καὶ ἡμεῖς προειρήκαμεν, ὅτι καὶ ἐν τούτῳ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν οὖσα διὰ τῆς ὕλης ὁρωμένης τὰς ἀοράτους αὐτῆς δείκνυσι δυνάμεις· πλὴν ὅτι καὶ χωριζομένη τοῦ σώματος ἡ κατὰ φύσιν καθαρὰ ψυχὴ καὶ οὐσία, τότε μάλιστα διορατικωτέρα καὶ ἁπλῆ, καὶ ἀπαρενόχλητος, καὶ φωτεινοτέρα εὑρισκομένη, κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν Θεοῦ ἀληθέ στερον δύναται προσαγορεύεσθαι καὶ εἶναι. Εἰ δὲ, ὡς εἰκὸς, διαπαίζει τὰ εἰρημένα ὁ δι' ἐναντίας, ὡς μὴ δείξαντας ἡμᾶς τρεῖς κυρίως ἀπηρτισμένας ἐπὶ τῆς ψυχῆς ὑποστάσεις κατ' ἰσότητα τῆς παναγίας Τριάδος, μανθανέτω ὁ ἄφρων, ὅτι κατ' εἰκόνα ἐστὶν ἡ ψυχὴ τυπικήν τινα, καὶ οὐ κατ' ἰσότητα τῆς ἁγίας Τριάδος· πλὴν καὶ ἐπὶ τῆς Θεότητος, εἰ μὴ φοβερόν ἐστι τὸ εἰπεῖν, τοπικὴν διαίρεσιν καὶ ἐπιγεγραμμένην διά στασιν ἐξ ἀλλήλων ἔχειν τὸν Πατέρα ἀπὸ τοῦ Υἱοῦ, καὶ τὸ ἅγιον Πνεῦμα ἐξ αὐτοῦ· μὴ παραδράμῃς εἰς τὴν κατ' εἰκόνα σου πρὸς Θεὸν ὁμοίωσιν μηδὲ τοῦτο, λέγω δὴ ὅτι διὰ τῆς τοῦ λόγου σωματικῆς ἐκ χειλέων γεννήσεως ἡ ἀρετὴ καὶ ἡ σοφία, καὶ ἡ φρόνησις, καὶ ἡ δύναμις, καὶ τὸ βάθος, καὶ ἡ γνῶσις τῆς ψυχῆς σου, καὶ τοῦ νοὸς τοῖς πᾶσι γνωρίζεται καὶ δημοσιεύεται· δηλοῦντός σοι καὶ τούτου τοῦ ὑποδείγματος κατ' εἰκόνα καὶ ὁμοίωσιν ὑπάρχειν Θεοῦ. ∆ιὰ γὰρ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Θεοῦ Λόγου ἐφανερώθη ἐν κόσμῳ ἡ ἀρετὴ καὶ ἡ δύναμις, καὶ ἡ γνῶσις, καὶ ἡ σοφία, καὶ πάντα τὰ λοιπὰ ἀγαθὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος. 44.1345

Ὅρα γὰρ πόσα καὶ οἷα τοῦ λόγου, εἰς τύπον τοῦ Θεοῦ Λόγου, ἐν κόσμῳ τὰ κατορθώματα, καὶ πῶς διὰ λόγου τὰ πάντα δημιουργοῦνται καὶ συνίστανται· λόγῳ ὑπέστησαν ἄγγελοι· λόγῳ τὸν ∆ημιουργὸν γεραίρουσι· λόγῳ τὰ ὁρώμενα γεγόνασι· λόγῳ ἡ κτίσις φωτίζεται· λόγῳ τὰ ὄντα ἐγνώσθησαν· λόγῳ μόνῳ ἐξεφάνθησαν· λόγῳ ἐδείχθησαν τὰ πέρατα· λόγῳ τὸν Κτίστην γεραίρομεν· λόγῳ θεογνωσία κεκήρυκται· διὰ λόγου τὸν Θεὸν ἐπεγνώκαμεν· διὰ λόγου τὰ πάντα συνίστανται· καὶ ὥσπερ τὸ ἄλαλον νήπιον ἀνόητόν ἐστιν ἀνθρώποις ἄχρι τῆς διὰ χειλέων τοῦ λόγου γεννήσεως, οὕτω διὰ τῆς τοῦ Θεοῦ Λόγου κατὰ σάρκα γεννήσεως πᾶσα ἡ ἀλογία παρῆλθε τῆς ἡμετέρας φύσεως, τοῦ Θεοῦ Λόγου δηλώσαντος τρανῶς τῇ κτίσει τὸν Πατέρα καὶ τὸ ἅγιον Πνεῦμα. Ὅθεν ὡς θεότμητος ἡμῶν ἡ ψυχὴ οὐδὲ ἀποστέλλεται εἰς διακονίαν μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος, καθὼς οἱ ἄγγελοι ἀποστέλλονται. Ἐπειδὴ ἐκεῖνα μέν εἰσι λειτουργικὰ πνεύματα· αἱ δὲ τῶν ἁγίων μάλιστα ψυχαὶ κατ' εἰκόνα Θεοῦ δεσποτικὰ πνεύματα. Εἰ γὰρ καὶ ἠλάττωται ὁ ἄνθρωπος μετὰ τὴν παρακοὴν βραχύ τι παρ' ἀγγέλους, διὰ γοῦν τῆς Θεοῦ Λόγου καθ' ὑπόστασιν ἑνώσεως ἐν αὐτῷ μεῖζόν τι γεγένηται· ὁ γάρ ποτε κατ' εἰκόνα Θεοῦ νῦν γέγονε τὸ ἅμα Θεῷ· καὶ ὁ πρὶν μεταληπτικὸς τῆς εἰκόνος Θεοῦ γέγονε μεταδοτικὸς τῆς ἑαυτοῦ εἰκόνος· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.