1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

4

δεῖν ὁμολογεῖν ἐπ' αὐτοῦ πρὸς πατέρα καὶ υἱὸν τὸ ὁμότιμον; ἡμεῖς μὲν γὰρ τοῖς ἐξητασ μένοις ἑπόμενοι τὸ μηδεμιᾶς προσθήκης εἰς τελείωσιν προσ δεόμενον ἀτιμότερον ἑτέρου τινὸς οὔτε λέγειν οὔτε νοεῖν δυνάμεθα. οὗ γὰρ τὸ πλεονάζον οὐκ ἐξευρίσκει ὁ λόγος διὰ τὸ ἀνελλιπές τε καὶ τέλειον, ἐν τίνι καταλήψεται αὐτοῦ τὴν ἐλάττωσιν, οὐχ ὁρῶ. οἱ δὲ ἀπαγορεύοντες τὸ ὁμότιμον δογματίζουσι πάντως τὸ ἀτιμότερον. καὶ πάσας καὶ ὡσαύτως κατὰ τὴν αὐτὴν ἀκολουθίαν διὰ τῆς κατὰ τὴν σύγκρισιν ἐλαττώσεως ἐπὶ τὸ ἐναντίον τὰς εὐσεβεῖς ὑπολήψεις περὶ τοῦ πνεύματος παρατρέψουσι μὴ ἐν ἀγαθότητι μηδὲ ἐν δυνάμει μηδὲ ἐν ἄλλῳ τινὶ τῶν εὐσεβῶς περὶ αὐτοῦ λεγομένων συμμαρτυροῦντες τὸ τέλειον. εἰ δὲ τὸ πρόδηλον τῆς ἀσεβείας ἐκκλίνοντες τὸ ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν λεγομένῳ νοήματι τέλειον ὁμολογοῦσιν, εἰπάτωσαν οἱ σοφοί, πῶς τελείου τέλειον ἢ τελειότερόν ἐστιν ἢ ἀτελέστερον· ἕως γὰρ ἂν ὁ τῆς τελειότητος ἐφαρμόζηται λόγος, οὔτε τὸ πλέον οὔτε τὸ ἔλαττον ἐν τῇ τοῦ τελείου ἐννοίᾳ ὁ λογισμὸς οὗτος παραδέ χεται.

Εἰ οὖν διὰ πάντων τέλειον τὸ πνεῦμα τὸ ἅγιον εἶναι συντίθενται, ὡμολόγηται δὲ πρὸς τούτοις εὐσεβὲς εἶναι καὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ ἐν παντὶ ἀγαθῷ τέλειον, τίς ὁ λόγος, καθ' ὃν εὔλογον κρίνουσι πάλιν ἀναιρεῖν ὃ δεδώκασιν· τὸ γὰρ ἀναιρεῖν τὸ ὁμότιμον ἀπόδειξίς ἐστι τοῦ μὴ νομίζειν 3,1.96 μετέχειν τῆς τελειότητος. αὐτὸ δὲ τοῦτο τὴν τιμὴν ἐπὶ τῆς θείας φύσεως τί ποτε ἄρα νομίζουσιν, ἧς ἄμοιρον εἶναι τὸ πνεῦμα βούλονται; πότερον ταύτην φασὶν ἣν καὶ ἄνθρωποι ἀνθρώποις χαρίζονται λόγῳ τε θεραπεύοντες καὶ σχήματι, τὸ ὑπήκοον ἐνδεικνύμενοι κατὰ τὴν πρόοδον καὶ ὅσα τοιαῦτα τῇ ματαίᾳ τοῦ βίου συνηθείᾳ τῷ τῆς τιμῆς γίνεται λόγῳ; ἅπερ πάντα τῇ προαιρέσει τῶν ταῦτα ἐργαζομένων συν έστηκεν· ὧν καθ' ὑπόθεσιν μὴ προελομένων, οὐδεμίαν ἐκ φύσεως ἀφορμὴν ἔχει τῶν ἀνθρώπων οὐδεὶς εἰς τὸ εἶναι τῶν λοιπῶν τιμιώτερος πάντων ὁμοίως κατὰ τὰ αὐτὰ μέτρα τῆς φύσεως γνωριζομένων. σαφὴς δὲ ὁ λόγος καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχων· τὸν γὰρ σήμερον διὰ τὴν ἀρχήν, ἧς προέστηκε, τίμιον τοῖς πολλοῖς εἶναι δοκοῦντα εὑρήσομεν ἐφεξῆς ἕνα τῶν τιμώντων καὶ αὐτὸν γινόμενον τῆς ἀρχῆς εἰς ἕτερον μετενεχθείσης. ἆρ' οὖν τοιοῦτόν τι τῆς τιμῆς εἶδος καὶ ἐπὶ τῆς θείας φύσεως ἐπινοοῦσιν, ὥστε βουλομένων μὲν ἡμῶν τὸ τίμιον ἔχειν, παυσαμένων δὲ τοῦ τιμᾶν τῇ ἡμετέρᾳ προαιρέσει συγκαταλήγειν τὴν θείαν τιμήν; ἢ καταγέλαστόν ἐστι καὶ ἀσεβὲς ἅμα τὰ τοιαῦτα νοεῖν; οὐ γὰρ δι' ἡμᾶς τὸ θεῖον ἑαυτοῦ τιμιώτερον γίνεται, ἀλλ' ἀεὶ ὡσαύτως ἔχει οὔτε πρὸς τὸ χεῖρον οὔτε πρὸς τὸ κρεῖττον μεταβῆναι δυνάμενον· τὸ μὲν γὰρ οὐ δέχεται, τὸ δὲ οὐκ ἔχει. Τίνι τοίνυν τρόπῳ τιμήσεις τὸ θεῖον; πῶς ὑψώσεις τὸ ὓψιστον; πῶς δοξάσεις τὸ ὑπὲρ πᾶσαν δόξαν; πῶς ἐπαινέσεις τὸ ἀκατάληπτον; εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου, καθώς φησιν Ἠσαΐας, ἐὰν πᾶσα ἡ τῶν ἀνθρώπων ζωὴ συναρμοσθεῖσα ὁμόφωνον ἀναπέμψῃ τὴν δόξαν, τίς ἔσται προσθήκη τῷ κατὰ τὴν φύσιν ἐνδόξῳ τῆς σταγόνος ἡ χάρις; Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ θεοῦ καὶ μικροὶ κήρυκες τῆς ἀξίας νομίζονται· Ὅτι ἐπῄρθη ἡ μεγαλο πρέπεια αὐτοῦ, οὐ μέχρι τῶν οὐρανῶν, ἀλλ' ὑπεράνω τῶν οὐρανῶν, τῶν μικρῷ μέρει τῆς θεότητος τῇ σπιθαμῇ τρο 3,1.97 πικῶς ὀνομαζομένῃ περιειλημμένων. καὶ ἄνθρωπος, τὸ ἐπίκηρον τοῦτο καὶ ὠκύμορον ζῷον, καλῶς τῷ χόρτῳ προσει κασμένος, σήμερον ὢν καὶ αὔριον οὐκ ἐσόμενος, ἀξίως τιμῆσαι τὴν θείαν φύσιν πεπίστευκεν; ὅμοιον ὥσπερ ἂν εἴ τις ἐξάψας λεπτὴν ἶνα ἀπὸ στιππύου προσθήκην τινὰ ταῖς τοῦ ἡλίου μαρμαρυγαῖς διὰ τοῦ σπινθῆρος ὑπολαμβάνοι χαρί ζεσθαι. τί λέγων εἰπέ μοι τιμήσεις, ἐάν περ ὅλως τιμῆσαι θελήσεις τὸ πνεῦμα τὸ ἅγιον; ὅτι ἀθάνατόν ἐστι πάντως, ὅτι ἄτρεπτόν τε καὶ ἀναλλοίωτον καὶ ἀεὶ καλὸν καὶ ἀπροσδεὲς τῆς ἑτέρωθεν χάριτος, ὅτι πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται, ἅγιον, ἡγεμονικόν, εὐθές, δίκαιον, ἀληθινόν, τὰ βάθη ἐρευνῶν τοῦ θεοῦ, ἐκ πατρὸς ἐκπορευόμενον, ἐκ τοῦ υἱοῦ λαμβανόμενον, καὶ εἴ τι τοιοῦτον. τί οὖν διὰ τούτων καὶ