1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

6

τῶν ἔργων δόξης, ὡς ἂν μὴ καὶ εἰς ἄλλον διαβαίη τῶν κατορθωμάτων τὸ θαῦμα ἢ τῷ μὴ καταπιστεύειν τῇ συνεργίᾳ, ὡς ἐπὶ λύμῃ τοῦ παντὸς ἐσομένης αὐτοῦ τῆς ἐργασίας; πάντως γὰρ τῶν τοιούτων ὑπολήψεων καὶ τὰς αἰτίας ἡμῖν οἱ σοφοὶ οὗτοι διασαφήσουσιν. εἰ δὲ οὔτε φθόνος τῆς θείας ἅπτεται φύ σεως οὔτε τι σφάλμα περὶ τὴν ἄπταιστον φύσιν ἐπινοεῖται, τί βούλεται αὐτοῖς ἡ μικροπρέπεια τῶν νοημάτων ἡ τῆς δημιουργικῆς αἰτίας ἀφορίζουσα τὴν τοῦ πνεύματος δύναμιν, δέον ταῖς ὑψηλοτέραις τῶν ἐννοιῶν ἀφιέναι μὲν τὰ ταπεινὰ καὶ ἀνθρώπινα τῶν νοημάτων, λογισμὸν δὲ λαβεῖν τοῦ ὕψους τῶν ζητουμένων ἐπάξιον· ὅτι οὔτε ὁ ἐπὶ πάντων θεὸς συνεργίας τινὸς χρῄζων διὰ τοῦ υἱοῦ τὰ πάντα ἐποίησεν οὔτε ὁ μονογενὴς θεὸς ἐλάττονα τῆς προ θέσεως τὴν δύναμιν ἔχων ἐν τῷ ἁγίῳ πνεύματι τὰ πάντα 3,1.100 ἐργάζεται. ἀλλὰ πηγὴ μὲν δυνάμεώς ἐστιν ὁ πατήρ, δύναμις δὲ τοῦ πατρὸς ὁ υἱός, δυνάμεως δὲ πνεῦμα τὸ πνεῦμα τὸ ἅγιον· ἡ δὲ κτίσις πᾶσα ὅση τε αἰσθητὴ καὶ ὅση ἀσώματος τῆς θείας δυνάμεώς ἐστιν ἀποτέλεσμα. καὶ ἐπειδὴ πόνος οὐδεὶς ἐν τῇ συστάσει τῶν περὶ τὴν θείαν φύσιν ὑπονοεῖται (ὁμοῦ γὰρ τῷ προελέσθαι τὸ γενέσθαι δέον εὐθὺς οὐσία ἡ πρόθεσις γίνεται), πᾶσαν τὴν διὰ τῆς κτίσεως ὑποστᾶσαν φύσιν, θελήματος κίνησιν καὶ προθέσεως ὁρμὴν καὶ δυνάμεως διάδοσιν, εἰκότως ἄν τις προσαγορεύσειεν ἐκ πατρὸς ἀρχο μένην καὶ δι' υἱοῦ προϊοῦσαν καὶ ἐν πνεύματι ἁγίῳ τελειου μένην. Ταῦτα ἡμεῖς ἰδιωτικῶς καὶ κατὰ τὸν συνήθη τρόπον ἡμῖν ἐννοοῦντες τὰ σοφὰ ταῦτα τῶν ἀνθυποφερόντων οὐ προσιέμεθα πιστεύοντες καὶ ὁμολογοῦντες ἐν παντὶ πράγματι καὶ νοήματι ἐγκοσμίῳ τε καὶ ὑπερκοσμίῳ καὶ τοῖς ἐν χρόνῳ καὶ τοῖς προαιωνίοις μετὰ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον καταλαμβάνεσθαι μήτε βουλήματος μήτε ἐνεργείας μήτε ἄλλου τινὸς τῶν κατὰ τὸ ἀγαθὸν εὐσεβῶς νοουμένων ἀπολειπόμενον· καὶ διὰ τοῦτο ἐκτὸς τῆς κατὰ τάξιν καὶ ὑπόστασιν διαφορᾶς ἐν οὐδενὶ τὸ παρηλλαγμένον καταλαμ βάνομεν, ἀλλὰ τρίτον μὲν τῇ ἀκολουθίᾳ φαμὲν μετὰ πατέρα καὶ υἱὸν ἀριθμεῖσθαι, τρίτον δὲ καὶ τῇ τάξει τῆς παραδόσεως· ἐν δὲ τοῖς λοιποῖς πᾶσιν ἀχώριστον τὴν συνάφειαν ὁμολογοῦν τες ἐν φύσει καὶ ἐν τιμῇ καὶ ἐν θεότητι καὶ δόξῃ καὶ μεγα λοπρεπείᾳ καὶ τῇ ἐπὶ πάντων ἐξουσίᾳ καὶ τῇ εὐσεβεῖ ὁμολο γίᾳ. περὶ δὲ λατρείας καὶ προσκυνήσεως καὶ ὅσα τοιαῦτα μικρολογοῦντες προφέρουσιν οἱ σοφοὶ παρ' ἑαυτοῖς, ἐκεῖνα λέγομεν, ὅτι πάντων τῶν παρ' ἡμῖν γινομένων ἐκ προαιρέ σεως ἀνθρωπίνης ὑψηλότερόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον· καὶ ἡ προσκύνησις ἡμῶν ταπεινοτέρα ἐστὶ τῆς χρεωστουμένης τιμῆς καί, εἴ τι ἄλλο ἡ ἀνθρωπίνη συνήθεια τίμιον ἔχει, κάτω που τῆς ἀξίας ἐστὶ τοῦ πνεύματος· τὸ γὰρ τῇ φύσει ἀμέτρητον μεῖζον ἐστὶ τῶν ἀπὸ μικρᾶς καὶ περιγεγραμμένης καὶ εὐτελοῦς δυνάμεως τὰ κατὰ δύναμιν αὐτῷ δωροφο 3,1.101 ρούντων. ταῦτα μὲν οὖν φαμεν πρὸς τοὺς συντιθεμένους τῇ εὐσεβεστέρᾳ περὶ τοῦ ἁγίου πνεύματος ὑπολήψει, ὅτι τε θεῖόν ἐστι καὶ φύσεως θείας. Εἰ δέ τις ἀθετοίη τὴν φωνὴν ταύτην καὶ τὴν διάνοιαν τὴν τῷ ὀνόματι τῆς θειότητος συνεμφαινομένην, λέγοι δὲ τὸ παρὰ τῶν πολλῶν ἐπὶ καθαιρέσεως τῆς τοῦ πνεύματος μεγαλωσύνης περιφερόμενον, ὅτι οὐχὶ τῶν ποιούντων, ἀλλὰ τῶν ποιηθέντων ἐστὶ καὶ οὐχὶ τῆς θείας, ἀλλὰ τῆς κτιστῆς φύσεως εἶναι προσήκει νομίζειν, τοῦτον τὸν λόγον ἀποκρι νούμεθα· ὅτι τοὺς οὕτως ἔχοντας ἐν Χριστιανοῖς ἀριθμεῖν οὐκ ἐμάθομεν. ὥσπερ γὰρ ἄνθρωπον οὐκ ἄν τις προσείποι τὸ ἀτελεσφόρητον ἔμβρυον, ἀλλὰ δυνάμενον εἴπερ ἐτελεσ φορήθη εἰς ἀνθρώπου γένεσιν προελθεῖν, ἕως δ' ἂν ἐν τῷ ἀτελεῖ ᾖ, ἄλλο τί ἐστι καὶ οὐκ ἄνθρωπος· οὕτως τὸν μὴ δι' ὅλου τοῦ μυστηρίου τὴν ἀληθῆ μόρφωσιν τῆς εὐσεβείας δεξάμενον Χριστιανὸν οὐκ οἶδεν ὁ λόγος. ἔστι γὰρ καὶ Ἰουδαίων ἀκούειν θεὸν ὁμολογούντων καὶ θεὸν τὸν ἡμέτερον. συντίθεται αὐτοῖς ἐν τῷ εὐαγγελίῳ καὶ ὁ κύριος, ὅτι οὐκ ἄλλον νομίζουσι θεὸν ἢ τὸν πατέρα τοῦ μονογενοῦς, Ὃν ὑμεῖς, φησίν, λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν. ἆρ' οὖν Χριστιανοὺς ὀνομαστέον τοὺς Ἰουδαίους, ὅτι τὸν παρ' ἡμῶν προσκυνού μενον καὶ αὐτοὶ σέβειν