1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

10

ἢ ὅτι ἅγιός ἐστιν. Εἰ οὖν πᾶν ὕψωμα δυνάμεως ἀνθρωπίνης κάτω τῆς μεγαλοπρεπείας τοῦ προσκυνουμένου ἐστί (τοῦτο γὰρ ὁ λόγος διὰ τοῦ ὑποποδίου τῶν ποδῶν ὑπαινίσσεται), τίς ἡ ματαιότης 3,1.108 τῶν οἰομένων ἔχειν τινὰ δύναμιν ἐν ἑαυτοῖς τοσαύτην ὥστε ἐπ' αὐτοῖς εἶναι τὸ κατ' ἀξίαν τῆς τιμῆς ὁρίζειν τῇ ἀτιμήτῳ φύσει καὶ διὰ τοῦτο καί τινων τῶν εἰς τιμὴν ἐπινοουμένων ἀνάξιον κρίνειν τὸ πνεῦμα τὸ ἅγιον ὡς τῆς δυνάμεως αὐτῶν μεῖζον δυναμένης ἢ ὅσον χωρεῖ ἡ ἀξία τοῦ πνεύματος; ὢ τῆς ἐλεεινῆς αὐτῶν καὶ ταλαιπώρου παραπληξίας, τῶν μὴ συνιέντων αὐτοί τε τίνες εἰσὶν οἱ ταῦτα διαλεγόμενοι καὶ τί τὸ πνεῦμα τὸ ἅγιον, ᾧ δι' ὑπερηφανίας ἑαυτοὺς ἀντεξάγουσιν! τίς ἂν εἴποι τοῖσδε τοῖς λαοῖς ὅτι ἄνθρωποί εἰσι πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον ἐν μήτρᾳ γυναικός, διὰ ῥυπαρᾶς συλλήψεως οἰκοδομούμενοι καὶ εἰς γῆν ῥυπαρὰν πάντες ἀναλυόμενοι, χόρτῳ προσεικασμένην τὴν ζωὴν λα χόντες, οἳ ἐπ' ὀλίγον διὰ τῆς βιωτικῆς ἀπάτης ἀνθήσαντες πάλιν ἀποξηραίνονται, καὶ τὸ ἄνθος περὶ αὐτοὺς καταρρυὲν ἀφανίζεται, οὔτε τι ὄντες πρὸ τῆς γενέσεως καὶ εἰς ὅ τι μεταχω ρήσουσιν οὐκ ἀκριβῶς ἐπιστάμενοι, τῆς ψυχῆς τὴν ἰδίαν λῆξιν, ἕως ἂν ἐπιμένῃ τῇ σαρκί, ἀγνοούσης; ταῦτα οἱ ἄνθρωποι.

Τὸ δὲ πνεῦμα τὸ ἅγιον πρῶτον μὲν ἀπὸ τῶν κατὰ φύσιν ἁγίων ἐκεῖνό ἐστιν ὅπερ ὁ πατήρ, κατὰ φύσιν ἅγιος, καὶ ὁ μονογενὴς ὡσαύτως. οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον. καὶ κατὰ τὸ ζωοποιὸν πάλιν καὶ κατὰ τὸ ἄφθαρτόν τε καὶ ἀναλλοίωτον καὶ ἀΐδιον, δίκαιον, σοφόν, εὐθές, ἡγεμονικόν, ἀγαθόν, δυνατόν, ἀγαθῶν πάντων παρεκτικὸν καὶ πρό γε ἁπάντων αὐτῆς τῆς ζωῆς· πανταχοῦ ὂν καὶ ἑκάστῳ παρὸν καὶ τὴν γῆν πληροῦν καὶ ἐν οὐρανοῖς μένον, ἐν ταῖς ὑπερκοσ μίοις δυνάμεσιν ἐκχεόμενον, πάντα πληροῦν κατὰ τὴν ἀξίαν ἑκάστου καὶ αὐτὸ πλῆρες μένον, μετὰ πάντων ὂν τῶν ἀξίων, καὶ τῆς ἁγίας τριάδος οὐ χωριζόμενον· ἀεὶ τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ, ἀεὶ ἐκ τοῦ υἱοῦ λαμβάνει καὶ ἀποστέλλεται καὶ οὐ χωρί ζεται καὶ δοξάζεται καὶ δόξαν ἔχει· ὃ γὰρ ἄλλῳ δόξαν δίδωσιν, δῆλον ὅτι ἐν ὑπερβαλλούσῃ δόξῃ καταλαμβάνεται. πῶς γὰρ δοξάζει τὸ δόξης ἄμοιρον; ἐὰν μή τι φῶς ᾖ, πῶς τὴν τοῦ φω τὸς ἐπιδείξεται χάριν; οὕτως οὐδὲ τὴν δοξαστικὴν δύναμιν 3,1.109 ἐπιδείξεται, ὃ ἂν μὴ αὐτὸ ᾖ δόξα καὶ τιμὴ καὶ μεγαλωσύνη καὶ μεγαλοπρέπεια. δοξάζει οὖν τὸν πατέρα καὶ τὸν υἱὸν τὸ πνεῦμα. ἀλλ' ὁ εἰπὼν ἀψευδής ἐστι Τοὺς δοξάζοντάς με δοξάζω· Ἐγώ σε ἐδόξασα, φησὶ πρὸς τὸν πατέρα ὁ κύριος· καὶ πάλιν ∆όξασόν με τῇ δόξῃ ᾗ εἶχον ἀπ' ἀρχῆς παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. ἀποκρίνεται ἡ θεία φωνή· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁρᾷς τὴν ἐγκύκλιον τῆς δόξης διὰ τῶν ὁμοίων περιφοράν; δοξάζεται ὁ υἱὸς ὑπὸ τοῦ πνεύ ματος· δοξάζεται ὑπὸ τοῦ υἱοῦ ὁ πατήρ· πάλιν τὴν δόξαν ἔχει παρὰ τοῦ πατρὸς ὁ υἱὸς καὶ δόξα τοῦ πνεύματος ὁ μονογενὴς γίνεται· τίνι γὰρ ἐνδοξασθήσεται ὁ πατήρ, εἰ μὴ τῇ ἀληθινῇ τοῦ μονογενοῦς δόξῃ; ἐν τίνι δὲ πάλιν ὁ υἱὸς δο ξασθήσεται, εἰ μὴ ἐν τῇ μεγαλωσύνῃ τοῦ πνεύματος; οὕτω πάλιν καὶ ἀνακυκλούμενος ὁ λόγος τὸν υἱὸν μὲν δοξάζει διὰ τοῦ πνεύματος, διὰ δὲ τοῦ υἱοῦ τὸν πατέρα. Εἰ οὖν τοσαύτη τοῦ πνεύματος ἡ μεγαλωσύνη καὶ εἴ τι καλὸν καὶ εἴ τι ἀγαθὸν παρὰ τοῦ θεοῦ διὰ τοῦ μονογε νοῦς ἐν τῷ πάντα ἐν πᾶσιν ἐνεργοῦντι πνεύματι τελειοῦται, τί ἐκπολεμοῦσιν ἑαυτοὺς τῇ ἰδίᾳ ζωῇ; τί ἀπαλλοτριοῦνται τῆς τῶν σῳζομένων ἐλπίδος; τί ἀποκόπτουσιν ἑαυτοὺς ἀπὸ τῆς πρὸς τὸν θεὸν προσκολλήσεως; πῶς γάρ τις προσκολλη θήσεται τῷ κυρίῳ μὴ τοῦ πνεύματος τὴν συνάφειαν ἡμῶν πρὸς αὐτὸν ἐνεργοῦντος; τί ζυγομαχοῦσι πρὸς ἡμᾶς περὶ λατρείας καὶ προσκυνήσεως; τί κατειρωνεύονται διὰ τοῦ τῆς λατρείας ὀνόματος κατὰ τῆς θείας τε καὶ ἀπροσδεοῦς φύσεως ὥσπερ οὐχ ἑαυτοὺς εὐεργετοῦντες ἐν τοῖς ὑπὲρ τῆς σωτηρίας αἰτήμασι, ἀλλὰ τιμήν τινα προσάγοντες, ἐὰν σωθῆναι θελήσωσι; σὸν κέρδος ἐστὶ τοῦ αἰτοῦντος ἡ δέησις, οὐχὶ τιμὴ τοῦ παρέχοντος. τί οὖν ὡς χαριζόμενος πρόσει τῷ εὐεργέτῃ, μᾶλλον δὲ οὐδὲ εὐεργέτην τὸν τῶν ἀγαθῶν παρ