1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

12

πέλας ὑπεροχῆς ἐνδεικνύμενοι, ταύτας μετηνέγκαμεν εἰς τὴν θεραπείαν τῆς κρείττονος φύσεως τῶν ἐν ἡμῖν τὰ τίμια τῇ ἀτιμήτῳ φύσει δωροφοροῦντες. καὶ διὰ τοῦτο, ἐπειδὴ προσιόντες βασιλεῦσιν ἢ δυνάσταις οἱ ἄν θρωποι, ὑπὲρ ὧν ἂν γενέσθαι τι αὐτοῖς παρὰ τῶν δυναστευόν των θελήσωσιν, οὐ ψιλὴν προσάγουσι τοῖς κρατοῦσι τὴν αἴτησιν, ἀλλ' ὡς ἂν μάλιστα πρὸς οἶκτον καὶ εὔνοιαν ἑαυτῶν ἐπαγάγοιντο, ταπεινοῦνται τῷ λόγῳ καὶ προσκυνοῦσι τῷ σχήματι καὶ γονάτων ἅπτονται καὶ εἰς ἔδαφος πίπτουσι καὶ διὰ πάντων οἰκτιζόμενοι συνήγορον τῆς αἰτήσεως ἑαυτῶν προβάλλονται, δι' ὧν ποιοῦσι τὸν ἔλεον. διὰ τοῦτο οἱ τὴν ἀληθῆ δυναστείαν ἐπεγνωκότες, δι' ἧς πάντα διοικεῖται τὰ ὄντα, προσιόντες ὑπὲρ ὧν ἂν ᾖ φίλον αὐτοῖς. οἱ μὲν ταπεινοὶ τὰς ψυχὰς περὶ τῶν ἐν τῷ κόσμῳ τούτῳ σπουδαζομένων, οἱ δὲ ὑψηλοὶ τὴν διάνοιαν περὶ τῶν αἰωνίων καὶ ἀπορρήτων ἐλπίδων, ἐπειδὴ οὐκ ἔχουσιν ὅπως αἰτήσουσιν οὐδὲ χωρεῖ ἡ ἀνθρωπίνη φύσις ἐνδείξασθαί τινα τιμὴν πρὸς τὴν μεγαλο πρέπειαν τῆς δόξης φθάνουσαν, μετήνεγκαν τὴν ἐπὶ τῶν ἀνθρώπων νενομισμένην θεραπείαν εἰς τὴν τοῦ θείου τιμήν. καὶ τοῦτό ἐστιν ἡ προσκύνησις ἡ μετὰ ἱκεσίας καὶ ταπεινό τητος τῶν καταθυμίων τινὸς αἴτησις γινομένη. διὸ καὶ ∆ανιὴλ κάμπτει τῷ κυρίῳ τὰ γόνατα, ἐπὶ τοῦ αἰχμαλώτου λαοῦ τὴν φιλανθρωπίαν αἰτούμενος καὶ ὁ τὰς ἀσθενείας ἡμῶν βαστάσας καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνων διὰ τοῦ ἀν θρώπου ὃν ἀνέλαβε πίπτειν ἐπὶ τὸ πρόσωπον ἐν καιρῷ προσ ευχῆς ὑπὸ τοῦ εὐαγγελίου ἱστόρηται καὶ τούτῳ τῷ σχήματι τὴν εὐχὴν ἐποιεῖτο, νομοθετῶν, οἶμαι, τῇ ἀνθρωπίνῃ ζωῇ τὸ μὴ 3,1.113 ἀπαυθαδιάζεσθαι ἐπὶ τοῦ καιροῦ τῆς αἰτήσεως, ἀλλὰ διὰ πάντων πρὸς τὸ ἐλεεινὸν μεθαρμόζεσθαι, ἐπειδὴ Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν καὶ Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. εἰ οὖν ἡ προσκύνησις οἷον ἱκετηρία τίς ἐστι, εἰς συνηγορίαν προβεβλημένη τοῦ σκοποῦ τῆς αἰτήσεως, ἡ δὲ αἴτησις πρὸς τὸν τῆς διανομῆς κύριον γίνεται, τίς ἡ διάνοια τῆς καινῆς ταύτης νομοθεσίας; οὐ συνορῶ, μήτε παρὰ τοῦ διδόντος αἰτεῖν μήτε ὑποκύπτειν τῷ ἄρχοντι μήτε θεραπεύειν τὸν δυναστεύοντα μήτε προσ κυνεῖν τὸν ἡγούμενον· ὅτι γὰρ πάντα ταῦτα θεωρεῖται περὶ τὸ πνεῦμα τὸ ἅγιον, οὐδεὶς οὕτως ἐχθρὸς ἑαυτοῦ καὶ τοῦ πνεύματος ὡς μὴ συνθέσθαι τῷ λόγῳ· ἡγεῖται μὲν γὰρ τὸ ἡγεμονικὸν τῇ φύσει, δυναστεύει δὲ τὸ πάντα ἐνεργοῦν ἐν πᾶσιν, ἐξουσιάζει δὲ τὸ κατ' ἐξουσίαν διαιροῦν τὰ χαρίσματα καθὼς βούλεται, εὐεργετεῖ δὲ ζωὴν χαριζόμενον, ἐλεεῖ λυτρούμενον, θεοποιεῖ θεῷ προσάγον, υἱοθετεῖ Χριστῷ προσ οικειοῦν βασιλείαν δωρούμενον, τὸ νεκρὸν ἀνίστησιν, τὸν πεπτωκότα ἐγείρει, τὸν πεπλανημένον εἰς εὐθεῖαν καθίστησιν, τῷ ἑστῶτι φυλάσσει τὴν διαμονήν, τὸν ἀποθανόντα εἰς ἀνάστασιν ἄγει. ἆρα μικρὰ ταῦτα καὶ οὐδεμιᾶς χάριτος ἄξια; οὐκοῦν εἰπάτωσαν τὰ τούτων ἀνώτερα, ὧν ἀμέτοχόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον, δι' ὃ νομίζουσι καὶ τοῦ προσκυνεῖσθαι ἀνάξιον.

Ἔπειτα κἀκεῖνο παρ' αὐτῶν ἔστι μαθεῖν· ὅταν, ὡς οἴονται, τῷ πατρὶ προσκυνῶσιν, ἆρα καθόλου τῆς διανοίας ἑαυτῶν τοῦ τε μονογενοῦς καὶ τοῦ πνεύματος τὴν μνήμην ἐκβάλλουσιν; καὶ μὴν φύσιν οὐκ ἔχει πατέρα ἐννοήσαντα μὴ συνεπινοεῖν τὸν υἱὸν καὶ υἱὸν τῇ διανοίᾳ δεξάμενον μὴ συμπεριλαμβάνειν μετὰ τοῦ υἱοῦ τὸ πνεῦμα. εἰ μὲν γὰρ ἀρνεῖται καθόλου καὶ ἀθετεῖ τὴν ὁμολογίαν, εἷς τῶν Ἰουδαίων ἢ Σαδδουκαίων ἐστίν, καὶ τὸν υἱὸν ἀρνούμενος καὶ τὸ 3,1.114 πνεῦμα τὸ ἅγιον μὴ δεχόμενος· εἰ δὲ ὁπωσοῦν πρεσβεύειν τὰ τῶν Χριστιανῶν ἐπαγγέλλεται, πάντως ὅτι πατέρα ἐννοῶν καὶ τὸν οὗ ἐστι πατὴρ ἐνενόησε καὶ υἱοῦ τὴν ἔννοιαν ἀναλαβὼν προκατηυγάσθη διὰ τοῦ πνεύματος· Οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. οὐκοῦν ὁ ἀληθινὸς προσκυνητὴς ἀποστὰς τῆς σωματικῆς ταύτης καὶ χαμαιζήλου ταπεινότητος τῶν νοημάτων τὸ ἄρχον καὶ τὸ κυριεῦον καὶ τὸ ἐξουσιάζον καὶ τὸ πάντα τὰ ἀγαθὰ ἐνεργοῦν ἐν πάσῃ τῇ κτίσει οὕτω τιμήσει οὐχ ὡς ἐκείνῳ ἄξιον, ἀλλ' ὅσον αὐτὸς δυνατός ἐστι φέρειν κατὰ τὴν χήραν