1

 2

 3

 4

3

οἱ τῆς βασιλείας θυρωροί· ὁρῶσι τὴν ψυχὴν τὰ τοῦ ἀφορισμοῦ φέρουσαν σύμβολα. Ὥς τινα τοῦ δεσμωτηρίου τῇ κόμῃ καὶ τῷ ῥύπῳ κατηγορού μενον, ἀπελαύνουσιν αὐτὴν τῆς ἐπὶ τὰ καλὰ φερού σης ὁδοῦ· οὐ συγχωρήσουσιν ἰδεῖν τὰ τάγματα δικαίων, καὶ ἀγγελικὴν εὐφροσύνην. Ἡ δὲ ἀθλία τότε πολλὰ τῆς ἀβουλίας ἑαυτὴν καταμεμφομένη, οἰμώζουσα δὲ καὶ ὀδυρομένη, καὶ στένουσα, καὶ σκυθρωπῷ τινι τόπῳ, οἷον γωνίᾳ προσεῤῥιμμένη διατελέσει, τὸν ἄληκτον ὀδυρμὸν καὶ ἀπαραμύθητον εἰς αἰῶνας ἐκτίνουσα. «Μὴ γίνεσθε,» φησὶν, «ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἐν κημῷ καὶ χαλινῷ 46.313 τὰς σιαγόνας αὐτῶν ἄγξεις.»

Τὸν σκληρὸν ὁ ψαλμὸς ἁπαλύνων ταῦτά φησι, καὶ οἷον ἐλαίῳ ἐκμαλάσσων ταῖς παραινέσεσι. Κάμψον οὖν τὸν αὐχένα, εἶξον ὡς ζυγῷ τοῖς προστάγμασι· τὸ σκληρὸν ἀποῤῥήγνυται, τὸ εἶκον καὶ καμπτόμενον ὀρθοῦται· καὶ διδάσκει σε τοῦτο ἡ ἐπὶ τοῖς φυτοῖς πεῖρα. Μὴ τὸν χαλινὸν ἐνδακὼν ὁρμήσῃς ἐπὶ τὸν κρημνὸν, ἢ τὸ βάραθρον, ἀλλὰ περιαχθεὶς τὸν αὐχένα τῇ χειρὶ τοῦ ἀναβάτου, ἐπὶ τὴν σώζουσαν ὁδὸν κατευθύνθητι· ὅταν ἐπιτίμησιν δέξῃ, εἰπὲ ἀπὸ εὐλαβοῦς ψυχῆς τὸ ∆αβιτικὸν, «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.» Μὴ ἐπισκοπικῆς αὐθαδείας εἶναι τὸν ἀφορισμὸν νομίσῃς· πατρῷος ὁ νόμος, παλαιὸς τῆς Ἐκκλησίας κανὼν ἀπὸ τοῦ νόμου ἀρξάμενος καὶ κρατυνθεὶς ἐν τῇ χάριτι. Θεώρησον τὸν ἅγιον Παῦλον δι' ἐπιστολῶν τὰς ἀποφάσεις τοῦ ἀφορισμοῦ κατὰ τῶν ὑπευθύνων ἐκπέμποντα, καὶ τὸν Κορίνθιον νεανίσκον τῷ τοιούτῳ ἰατρεύοντα φαρμάκῳ, τὸν τῇ μητρυιᾷ σατανικῶς ἐπιμανέντα· «Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ υἱὸν ὃν παραδέχεται.» Οὐ γάρ εἰσιν αἱ ῥίζαι τῆς παιδείας γλυκεῖαι, ἀλλὰ πικραί· καρπὸν δὲ εἰς ὕστερον βλαστάνουσι κηρίων ἡδύτερον.

Καὶ διὰ τοῦτο χρεία τῷ μὲν ἀσκουμένῳ τοῦ μοχθεῖν, τῷ δὲ ἀσκοῦντι καὶ πληγῆς καὶ τραχύτητος. Καὶ τῷ μὲν Μωσαϊκῷ νόμῳ αἱ τέσσαρες δεκάδες μέχρι νῦν αἱ νομικαὶ τῶν πληγῶν παραμένουσιν, οὐ τῷ εὐαγγελικῷ δὲ βίῳ· ἐπειδὴ πάντων ὁ λόγος ἐστὶ, καὶ ἔλεος, καὶ ῥάβδος, καὶ παράκλησις, καὶ πληγή. Οὐ γὰρ τύπτομέν σε ὡς οἰκέτην, ἀλλὰ παιδεύομέν σε ὡς ἐλεύθερον· σοὶ γὰρ ἐκ τῆς Σάῤῥας τῆς ἐλευθέρας τὸ γένος, οὐκ ἐκ τῆς Ἄγαρ τῆς δούλης. Αἰδούμεθά σε ὡς υἱὸν τῆς ἐλευθέρας, οὐκ ἀτιμάζομεν ὡς γέννημα τῆς παιδίσκης. ∆ιὰ τοῦτο ταῖς ἐλευθερίοις ἐπιτιμήσεσι λυποῦμέν σε πλημμελοῦντα, οὐ σῶμα ξαίνοντες, ἀλλὰ ψυχὴν ἀνιῶντες. Ἂν δὲ καὶ τούτου φειδώμεθα, πῶς σε παιδεύσομεν; ∆υσμεταχείριστός ἐστιν ὁ διδασκαλικὸς λόγος, καὶ ἡ ἀγωγὴ τῆς ἀρετῆς, καὶ ποικίλην ἐπιζητεῖ τὴν τῆς ἐπιστασίας οἰκονομίαν, τοῖς ὑποκειμένοις ἤθεσιν ἑαυτὴν προσαρμόζουσα. Ἔστι τις εὐπειθὴς καὶ τὴν γνώμην εὐάγωγος; τούτῳ ὁ πρᾶος καὶ ἁπαλὸς ἁρμόζει λόγος. Ἄλλος σκληρὸς καὶ ἀνάγωγος; μαστίγων χρῄζει. Τί οὖν ποιήσομεν, ἐπειδὴ ῥάβδους οὐ μεταχειριζόμεθα; καταλείψομεν αὐτὸν ἀπρονόητον; Οὐχ οὕτως. Ἀλλὰ τὸν αὐτὸν λόγῳ μεταῤῥυθμίσομεν εἰς ἄλλο σχῆμα ὑποκειμένῃ χρείᾳ κατάλληλον· καὶ ὥσπερ τὰ ὄψα τῇ μικρᾶ προσθέσει τῶν ἀρτυμάτων πρὸς τὰς ἐναντίας ποιότητας διαμείβεται, ἀπὸ τοῦ στύφοντος εἰς τὸ γλυκὺ, καὶ ἀπὸ τοῦ γλυκέος εἰς τὸ στύφον μεταβαλλόμενα· οὕτως καὶ ὁ ἡμέτερος λόγος τῇ προσθήκῃ τῶν σχημάτων πρὸς διαφόρους χρείας μετατυποῦται, ἵν' ἐπινοηθῇ ἑκάστου τὸ τρόφιμον. Μὴ οὖν ἐν ταῖς γωνίαις μου καταλάλει, τραχὺ ὀνομάζων τὸ διδασκαλικὸν, μηδὲ τοὺς κοινωνοὺς τῶν ἁμαρτημάτων κοινωνοὺς τῶν κατ' ἐμοῦ ποιούμενος μέμψεων, καθέζῃ κρίνων ἐπίσκοπον μετὰ τοῦ συν 46.316 εδρίου τῆς ματαιότητος. Ἐγὼ δὲ οὐ παραχθήσομαι τὴν ψυχὴν καινόν τι πάσχων, εἰ ἄχθονταί μου τῶν μαθητῶν οἱ σκληρότεροι. Πάθος γάρ ἐστι τοῦτο ἀνθρώπινον ἐξ ἀρχῆς εἰς τέλος τῷ βίῳ παρακόλουθον· καὶ βαρὺς μὲν ὁ ἄρχων ὡς ἐπὶ πᾶν τοῖς ἀρχομένοις· τοῖς δὲ μιαροῖς καὶ παρανόμοις καὶ μίσους ἄξιος. Λυπεῖ γὰρ τὴν ἁμαρτίαν κωλύων· καί με τοῦτο μετὰ τῶν ἔξωθεν πραγμάτων ἱκανῶς καὶ ἡ ἐκκλησιαστικὴ ἱστορία διδάσκει. Τίς κρείττων ποιμὴν Μωσέως; τίς δὲ