1

 2

 3

 4

4

ἄρχων ἐμμελὴς οὕτω καὶ ἤπιος, πάντα γινόμενος τῷ λαῷ, τροφεὺς, στρατηγὸς, ἱερεὺς, αὐτοπατὴρ, ἐν πολέμοις σώζων, ἐν ἐρήμῳ ἄσπαρτα καὶ ἀνήροτα χορηγῶν ἀγαθὰ, δικάζων ἐμμελῶς, ἀπλανῶς ὁδηγῶν; καίτοι ἐπὶ τούτων κατεστασιάσθη ὡς ἀδικῶν, ὑβρίσθη ὡς βλάπτων, κατεγογγύσθη ὡς οἱ κλέπτοντες καὶ νοσφιζόμενοι, ἐβλασφημήθη ὡς ἀνεπιστήμων στρατηγὸς καὶ προστάτης οὐκ ἀγαθὸς, ἐκινδύνευσε καὶ αὐτῆς τῆς ἱερωσύνης ἀπελαθῆναι, ἡνίκα ∆αθὰν καὶ Ἀβειρὼν καὶ υἱοὶ Κορὲ δῆμον στασιώδη μεθ' ἑαυτῶν τοῦ λαοῦ ἀποῤῥήξαντες, βέβηλοι τῶν ἁγίων ἱερεῖς ἐφιλονείκουν εἶναι, καὶ τὰς θυμιατρίδας μετεχειρίζοντο, καὶ ὅσον οὐδέπω τῶν ἁγίων ἥπτοντο, καὶ τὸ πῦρ ἀνῆπτον τὸ μυστικὸν, ὃ πρὸ τοῦ θυμιάματος τοὺς θυμιῶντας κατέφλεξε. Καὶ τοσοῦτόν γέ ἐστιν εὐπρόσκρουστον προστασία λαοῦ καὶ τὸ διδασκαλικὸν ἐπιτήδευμα, ὥστε οὐδὲ οἱ ἀδελφοὶ τοῦ Μωϋσέως ἐφείσαντο· ἀλλὰ καὶ Μαρία κατελάλει, καὶ Ἀρὼν ἐλοιδόρει, καὶ τὸ φορτικὸν τῆς ἀρχῆς τὴν φυσικὴν παρώξυνεν εὔνοιαν, καὶ τοὺς οἰκειοτάτους τῷ πολυμόχθῳ ἀνδρὶ ἐπανέστησεν.

Ἀλλ' οὐδὲν περὶ τοῦτο· ὁ μὲν γὰρ ἦν Μωϋσῆς, καὶ οὐδὲν ἑαυτοῦ χείρων ἐγένετο· οἱ δὲ τῶν εἰς τὸν ἡγεμόνα πλημμελημάτων παρὰ Θεοῦ τὰς δίκας καὶ ἀπῃτήθησαν, καὶ ἀπέτισαν. Τί οἱ μετὰ τοῦτον; Οὐχ Ἡσαΐας τὴν εὐσέβειαν διδάσκων ἐπρίσθη; Οὐχ Ἱερεμίας τὴν εἰδωλολατρείαν ἀποκηρύττων κατεβοήθη, καὶ λάκκοι αὐτὸν καὶ τιμωρίαι καταῤῥακτῶν διεδέξαντο; Οὐ Ζαχαρίας μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἐπολεμήθη καὶ ἐφονεύθη; Ὁ Κύριος ἡμῶν ὁ αὐτὸς οὐ περὶ τῶν προβάτων, ὁ ποιμὴν, ἐσφάγη; οὐ περὶ τῶν παιδευομένων μισηθεὶς ἐσταυρώθη; Τί Παῦλον τῆς κεφαλῆς ἀπέτεμε; τί Πέτρον ἐπὶ τὸν σταυρὸν ὕψωσε; τί τοὺς καθ' ἕκαστον τῶν μαθητῶν ταῖς ποικίλαις τιμωρίαις παρέδωκεν; Οὐ τὸ κωλύειν τὴν ἁμαρτίαν, καὶ παιδεύειν δικαιοσύνην; Ἀεὶ γὰρ ἐχθροὶ τῶν ἐλεγχομένων μαθητῶν οἱ τῆς ἀληθείας φίλοι τε καὶ διδάσκαλοι. Ἡμεῖς δὲ οὐδέπω ὑπὲρ τῆς ἀληθείας ἐῤῥαπίσθημεν, οὐδέπω τῇ σαρκὶ τὸν κίνδυνον ἐδεξάμεθα. Καὶ τί μέγα ἂν γογγυσθῶμεν, οἱ τοῦ σταυρωθέντος διάκονοι; Ὡς πατὴρ ἢ μήτηρ δέχομαί σου τὰς σκληρότητας καὶ παροξυσμούς.