1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

1

Antirrheticus adversus Apollinarium

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΤΑ ΑΠΟΛΙΝΑΡΙΟΥ ΑΝΤΙΡΡΗΤΙΚΟΣ

Καλὸν ἂν γένοιτο προοίμιον ἡμῖν τοῦ λόγου ἡ τοῦ κυρίου φωνὴ κελεύουσα

προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται, φησί, πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. εἰ οὖν ὁ καρπὸς διακρίνει τό τε ἀληθινὸν πρόβατον καὶ τὸν τῶν προβάτων φθορέα τὸν ἐν ἡμέρῳ τῷ σχήματι πρὸς τὸ σύστημα τῆς ποίμνης ἀφυλάκτως παραδυόμενον καὶ τὸ ὑποκεκρυμμένον τῷ ἡμέρῳ πολέμιον στόμα εἰς τοὐμ φανὲς ἄγει, ζητεῖν προσήκει τοὺς καρποὺς τούς τε καλοὺς καὶ τοὺς χείρονας, δι' ὧν τὸ σχῆμα τῆς ἀπάτης ἀνακα λύπτεται· φησὶ γὰρ ὅτι Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. πάσης τοίνυν διδασκαλίας ὁ μὲν ἀγαθὸς καρπὸς κατά γε τὴν ἐμὴν κρίσιν ἡ προσθήκη τῶν κατὰ τὴν ἐκ κλησίαν σῳζομένων ἐστίν, ὁ δὲ φθαρτικὸς καὶ δηλητήριος ἡ τῶν συνεστώτων διάλυσις. εἰ τοίνυν τις αὔξοι διὰ τῶν λόγων τὸ ποίμνιον καὶ εἰς πάντα τὰ κλίτη τῆς οἰκίας ἐκ τείνοι τὴν ἄμπελον καὶ περιφυτεύσειε τῇ δεσποτικῇ τραπέζῃ τοὺς ἀπὸ τῆς ἀγριελαίου πλάνης εἰς ἐλαῶν μεταποιούμενος νεόφυτα καὶ τὰς μυστικὰς ῥάβδους ἐμβάλοι τῷ γλυκεῖ καὶ ποτίμῳ νάματι τῆς διδασκαλίας, δι' ὧν πολυγονεῖται τὰ ποίμνια ὥστε τοῦ μὲν Λαβὰν ἐλαττοῦσθαι τὴν κτῆσιν, εὐθηνεῖσθαι δὲ τὸ μέρος τοῦ Ἰακὼβ καὶ πληθύνεσθαι τῇ 3,1.132 ἐπισήμῳ γονῇ εἰ τοιοῦτόν τις τὸν καρπὸν τῆς διδασκαλίας ἐπιδεικνύοιτο (καρπὸς γάρ ἐστι, καθὼς εἴρηται, ἡ τῆς ἀληθείας ἐπαύξησις), ἀληθῶς ἐστι προφήτης κατὰ τὸν θεῖον σκοπὸν ὑποφητεύων τῷ πνεύματι· εἰ δέ τις ἀποτίλλοι τῆς ἀμπέλου τὰς κληματίδας ἐρημοίη δὲ τὴν θείαν τράπεζαν ἀναρριζῶν τὴν φυτείαν, ἐπιβουλεύοι δὲ τῷ πνευματικῷ ποτιστηρίῳ ὡς μηκέτι τὰ πρόβατα κατὰ τὰς ῥάβδους τοῦ πατριάρχου κισσᾶν μηδὲ ταῖς ἐπισήμοις γοναῖς πληθύνειν τὸ ποίμνιον, ἀλλ' ἀποβουκολεῖσθαι τῆς τροφίμου νομῆς του τέστι τῶν πατρικῶν παραδόσεων καὶ ἔξω τῆς μάνδρας αὐλίζεσθαι καὶ πρὸς ἀλλοτρίας νομὰς διασκίδνασθαιὅταν τοιοῦτος ὁ τῆς διδασκαλίας καρπὸς ᾖ, πρόδηλον ἂν γένοιτο τὸ λύκειον σχῆμα τὸ ἀποκεκρυμμένον τῇ τοῦ προβάτου δορᾷ.

Οὐκοῦν ἐξετάσωμεν, τί ἡμῖν ἡ Ἀπολιναρίου τοῦ Σύρου διδασκαλία ἐβλάστησε, προσθήκην τῶν ποιμνίων ἢ μείωσιν, συναγωγὴν τῶν διεσκορπισμένων ἢ τῶν συνεστώτων διάλυ σιν, συνηγορίαν ἢ ἀνατροπὴν τῶν πατρῴων δογμάτων. εἰ μὲν οὖν πρὸς τὸ κρεῖττον ἡ σπουδὴ τοῦ προειρημένου βλέπει, πρόβατον πάντως καὶ οὐχὶ λύκος ἐστίν· εἰ δὲ τὸ ἔμπαλιν Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, φησὶν ὁ κύριος, μὴ λανθανέτω τὸ στόμα τὸ ἐπὶ λώβῃ καὶ ἀφανισμῷ τοῦ προσεγγίζοντος σώματος τεθηγμένον τοῖς τῆς καινοτομίας ὀδοῦσι καὶ κατασπαράσσον τὸ ὑγιὲς σῶμα τῆς τοῦ θεοῦ ἐκκλησίας. ὡς δ' ἂν μὴ δοκοίη λοιδορία τὸ λεγόμενον εἶναι, ἕνα τῶν παρ' αὐτοῦ περιφερομένων λόγων προθήσομεν, οὗ ἡ ἐπιγραφή ἐστιν αὕτη· Ἀπόδειξις, φησί, περὶ τῆς θείας σαρκώσεως τῆς καθ' ὁμοίωσιν ἀνθρώπου. τάχα δ' ἄν τις δι' ἀκριβείας τὸν τῆς ἐπιγραφῆς νοῦν ἀπο γυμνώσας οὐκ ἂν δεηθείη δι' αὐτῆς τῆς λογογραφίας ἐλέγξαι τὴν ἀτοπίαν τοῦ δόγματος. 3,1.133 Ἀπόδειξις, φησί, περὶ τῆς θείας σαρκώσεως τῆς καθ' ὁμοίωσιν ἀνθρώπου. κρεῖττον δ' ἂν εἴη τὰς θείας παραθέσθαι φωνὰς εἰς ἔλεγχον τῆς καινῆς ταύτης ὀνοματοποιίας. Ὁ λόγος, φησί, σὰρξ ἐγένετο καὶ Ἡ δόξα κατεσκήνωσεν ἐν τῇ γῇ ἡμῶν καὶ Ὁ θεὸς ἐφανερώθη ἐν σαρκί, ὡς ἂν δι' ἑκάστου μάθοιμεν τῶν εἰρημένων ὅτι ἀεὶ ἄτρεπτον ὂν τὸ θεῖον τῇ οὐσίᾳ καὶ ἀναλλοίωτον ἐν τῇ τρεπτῇ καὶ ἀλλοιουμένῃ γίνεται φύσει, ἵνα τῷ ἰδίῳ