1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

6

τὴν περὶ τὸν ἄνθρωπον θεωρίαν· εἰ καὶ ὅτι πολλὰς τοῖς αἱρετικοῖς δίδωσιν ὁ λόγος ἐν τούτῳ λαβάς· δύναται γάρ, εἰ τὸ νοητικὸν ἐφ' ἑαυτοῦ τις ἀριθμοίη, ἑτέραν τοῦ θυμοειδοῦς τὴν περιγραφὴν λέγειν καὶ τοῦ ἐπι θυμητικοῦ πάλιν ἑτέραν. ἴσως δ' ἄν τις καὶ τὰ λοιπὰ τῆς ψυχῆς κινήματα κατὰ τὸν λόγον ἐξαριθμούμενος πολυσχιδῆ τινα καὶ πολυσύνθετον ἀντὶ τοῦ τριμεροῦς ἀποδείξειε τὸν ἄνθρωπον.

Ἀλλ' ἐάσθω ταῦτα, ὡς ἂν μὴ τοῖς καθ' ἕκαστον ἐπεξιόντες εἰς ἀμετρίαν ἐκτείνωμεν τὴν ἀντίρρησιν, πρὸς δὲ τὰ ἐφεξῆς τοῦ λόγου προΐωμεν. κατασκευάσας γὰρ διὰ πολλῶν τὸ τριφυὲς ἢ τριμερὲς ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν τὸ ἀνθρώ πινον σύγκριμα, μέμνηταί τινων καὶ δογμάτων συνοδικῶν τῶν τε κατὰ Παύλου τοῦ Σαμωσατέως συνειλεγμένων λέγον τος Ἐξ οὐρανοῦ ἀποτεθεῶσθαι τὸν κύριον· καὶ τοῦ κατὰ Νίκαιαν ἐκφωνηθέντος, οὗ τὴν ῥῆσιν ἐπὶ λέξεως τοῦτον τὸν τρόπον εἰρημένην παρέθετο τὸ Ἐξ οὐρανοῦ καταβάντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα. καὶ ταῦτα εἰπὼν ὡς προκατασκευάσας τὸν μέλλοντα ῥηθή σεσθαι λόγον οὕτως ἀπογυμνοῖ τοῦ ἰδίου βουλήματος τὴν διάνοιαν καί φησιν οἱονεὶ προσοικειῶν τοῖς ἀποδεδειγμένοις 3,1.143 οὕτω κατὰ τὴν λέξιν· Τὸ δὴ πνεῦμα, τουτέστι τὸν νοῦν, θεὸν ἔχων ὁ Χριστὸς μετὰ ψυχῆς καὶ σώ ματος εἰκότως ἄνθρωπος ἐξ οὐρανοῦ λέγεται. τί κοινὸν ἔχει τὰ εἰρημένα πρὸς τὰ προάγοντα; ποῦ τοῦτο ἡ κατὰ τοῦ Σαμωσατέως ἐδογμάτισε σύνοδος; ἀλλ' ἐῶ τὰ τῆς μνήμης ἡμῶν πρεσβύτερα. τί τοιοῦτον ἐν τοῖς κατὰ Νίκαιαν δόγμασιν ἔδειξεν; τὸν καταβάντα ἐκ τῶν οὐρανῶν ἡ πίστις λέγει καὶ σαρκωθέντα, ὡς μὴ πρὸ τῆς καθόδου νοεῖσθαι τὴν σάρκα, ἀλλὰ δευτερεύειν μετὰ τὴν κάθοδον τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα; τοῦτο παρὰ πάντων ἐν ἐκκλησίαις κηρύσσεται καὶ οὗτος ἡμέτερος, μᾶλλον δὲ τῆς ἐκκλησίας ὁ λόγος. ποῦ τοίνυν ἐν τοῖς εἰρημένοις ἐστίν, ὅτι τὸ πνεῦμα, τουτέστι τὸν νοῦν, θεὸν ἔχων ὁ Χριστὸς μετὰ ψυχῆς καὶ σώματος ἐξ οὐρανοῦ ἄνθρωπος λέγεται; εἴτε γὰρ ἐπὶ τῆς λέξεως ψιλῆς ἐξετάζοις τὸν λόγον εἴτε καὶ τὴν τῶν εἰρημένων διάνοιαν, ἐν οὐθετέρῳ τὸ ῥηθὲν εὑρεθή σεται. ἡ μὲν γὰρ λέξις τοσοῦτον ἀπέχει τῆς λέξεως καθ' ὅσον ἀπέχουσι, ψαλμικῶς εἰπεῖν, ἀνατολαὶ ἀπὸ δυσμῶν· ἡ δὲ διάνοια τῶν εἰρημένων τί κοινὸν πρὸς τὰ δι' ἐκείνης δηλούμενα δείκνυσιν; φησὶν οὗτος τὸν σαρκωθέντα τῇ ἀν θρωπίνῃ σαρκὶ Χριστὸν ἐν ἑαυτῷ θεὸν τὸ πνεῦμα, τουτέστι τὸν νοῦν, ἔχειν· λέγει δὲ τοῦτο ὁ κελεύων ἔνθεον ἄνθρωπον μὴ λέγειν τὸν Χριστόν, θεὸν ἔχοντα ἐν ἑαυτῷ ὡς ἄλλον ἐν ἄλλῳ, αὐτὸς πρὸ τῶν ἄλλων τοῦτο κατασκευάζων. ἡ δὲ τῆς συνόδου φωνὴ τὸν ἐξ οὐρανοῦ καταβάντα λέγει. νοείτω μὲν οὖν ὁ πολὺς καὶ ἀκέραιος τὴν ἐκ τῶν οὐρανῶν πρὸς ἡμᾶς κάθοδον· οὐδὲν γὰρ πρὸς τὴν τοιαύτην ὑπόληψιν διοισόμεθα, κἂν ὑψηλοτέραν ὁ νοῦς ἐμφαίνῃ διάνοιαν, μὴ τοπικῶς λέγων καταβαίνειν τὸ θεῖον πανταχοῦ ὂν καὶ περιδεδραγμένον τῶν ὄντων, ἀλλὰ τὴν πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν παραδηλῶν συγκατάβασιν· πλὴν ὅπως ἂν ᾖ φίλον τῷ βουλομένῳ δέχεσθαι τὴν κάθοδον, τὸν σαρκω 3,1.144 θέντα πάλιν ὁ τῆς συνόδου λόγος φησὶ καλῶς καὶ τοῦτο λέγων· πῶς γὰρ ἂν οἰκειότερον τὴν ἐκ γυναικὸς ἡρμήνευσε γέννησιν; οὐ γάρ, ᾗ θεός ἐστιν, αὐτὸς καθ' ἑαυτὸν ἐκ γυ ναικὸς ἐγεννήθη. ὁ γὰρ πρὸ τῆς κτίσεως ὢν τῷ διὰ σαρκὸς γεγεννῆσθαι αὐτὸ τὸ εἶναι οὐκ ἐπιδέχεται· ἀλλὰ τῷ ἁγίῳ πνεύματι προοδοποιήσας τὴν τῆς ἰδίας δυνάμεως εἴσοδον καὶ μηδὲν τῆς ὑλικῆς ἀφορμῆς πρὸς τὴν κατασκευὴν τοῦ οἰκείου σκήνους προσδεηθεὶς κατὰ τὸ εἰρημένον περὶ τῆς σοφίας Ἑαυτῷ ᾠκοδόμησεν οἶκον τὸν ἐκ τῆς παρθένου χοῦν ἀνθρωποποιήσας, δι' οὗ συνεκράθη πρὸς τὸ ἀνθρώπινον. Ποῦ τοίνυν ἐν τούτοις φησὶν ὁ λόγος, ὅπερ τῷ Ἀπολιναρίῳ δοκεῖ, <ὅτι> τὸ πνεῦμα, τουτέστι τὸν νοῦν, θεὸν ἔχων ὁ Χριστὸς μετὰ ψυχῆς καὶ σώματος, εἰκότως ἐξ οὐρανοῦ ἄν θρωπος λέγεται; εἰ μὲν γὰρ ἔξεστι κατ' ἐξουσίαν αὐτῷ πρὸς τὸ δοκοῦν ἕλκειν τὰ θεῖα λόγια καὶ κατὰ τοὺς τῶν ὀνείρων ὑποκριτάς, ὅπερ ἂν ἐθέλῃ, τοῦτο τῷ γράμματι προσαρμόζειν τὸ νόημα, ταῦτα καὶ τὰ τοιαῦτα τοῖς θείοις λόγοις ἐπιφημι