1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

8

νοῦς ταῦτα εἶναι πιστεύοιτο; τοῦτον δέ φησιν ἐξ οὐρανοῦ διὰ τοῦτο καλεῖσθαι, διότι τὸ πνεῦμα τὸ οὐράνιον ἐσαρκώθη. τίς γραφὴ ταῦτα 3,1.147 λέγει; εἰς τίνα τῶν ἁγίων ἀναφέρει τὸν λόγον, ὅτι πνεῦμα ἐσαρκώθη; οὐχ οὕτως παρὰ τῶν εὐαγγελίων ἠκούσαμεν, οὐχ οὕτως παρὰ τῆς μεγάλης τοῦ ἀποστόλου φωνῆς ἐδι δάχθημεν, ἀλλ' ὅτι μὲν Ὁ λόγος σὰρξ ἐγένετο, λέγει τὸ κήρυγμα καὶ ἐν εἴδει περιστερᾶς τὸ πνεῦμα καταβῆναί φησιν ἡ εὐαγγελικὴ ἱστορία· σάρκωσιν δὲ πνεύματος οὐδεὶς εἶπε τῶν τῷ πνεύματι λαλούντων μυστήρια. Ἡ δόξα κατε σκήνωσεν ἐν τῇ γῇ ἡμῶν· καὶ Ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε· καὶ Θεὸς ἐφανερώθη ἐν σαρκί· καὶ ∆ικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε· καὶ ἄλλα τοιαῦτα πολλά. πνεῦμα δὲ σαρ κούμενον ἡ θεόπνευστος οὐκ οἶδε γραφή. Καὶ προϋπάρχει, φησίν, ὁ ἄνθρωπος Χριστὸς οὐχ ὡς ἑτέρου ὄντος παρ' αὐτὸν τοῦ πνεύματος, τουτέστι τοῦ θεοῦ, ἀλλ' ὡς τοῦ κυρίου ἐν τῇ τοῦ θεοῦ ἀνθρώπου φύσει θείου πνεύματος ὄντος.

Ταῦτα μὲν ἐπὶ λέξεως τοῦ λογογράφου τὰ ῥήματα. ἐπειδὴ δέ πως τῇ ἀτονίᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως οὐκ ἄγαν ἔκδηλόν ἐστιν ἐν σαφηνείᾳ τὸ νόημα, πρότερον ἀπογυμνώσω τοῦ ζόφου τῆς λέξεως τὴν ἐγκειμένην διάνοιαν, εἶθ' οὕτω προθήσω τῇ ἐξετάσει τὸν λόγον. προϋπάρχει, φησίν, ὁ ἄν θρωπος Χριστός. συνεπινοεῖ τῷ ἐν ἀρχῇ ὄντι λόγῳ τὸν φανέντα ἄνθρωπον ὡς προϋπάρχοντα πρὸ τῆς φανερώσεως καὶ ἐπεξεργάζεται διὰ τοῦ ἀκολούθου τὸ νόημα. φησὶ γὰρ ὅτι οὐχ ἕτερόν ἐστι παρ' αὐτὸν τὸ πνεῦμα, κατασκευάζων διὰ τούτου αὐτὴν τοῦ υἱοῦ τὴν θεότητα ἐξ ἀρχῆς ἄνθρωπον εἶναι, ὅπερ σαφέστερον διὰ τοῦ ἐφεξῆς δείκνυται λόγου· φησὶ γὰρ ὅτι ὁ κύριος ἐν τῇ τοῦ θεοῦ ἀνθρώπου φύσει θεῖον πνεῦμα ἦν. μίαν ἐποίησε τοῦ θεοῦ τε καὶ ἀνθρώπου τὴν φύσιν καὶ ἀνθρώπων δύο τὴν συναλοιφὴν κατωνόμασεν. 3,1.148 ἡ μὲν οὖν διάνοια τῶν εἰρημένων αὕτη, ὅτι τὸ διὰ σαρκὸς ἐκ τῆς παρθένου φανερωθὲν οὐ μόνον κατὰ τὴν τῆς θεότητος ἀϊδιότητα προεπινοεῖται τῶν ὄντων, καθὼς πάντες πιστεύο μεν, ἀλλὰ καὶ κατ' αὐτὴν τὴν σάρκα. ἐπάγει γὰρ τοῖς εἰρημέ νοις εἰς τὴν τῆς τοιαύτης ὑπολήψεως μαρτυρίαν τὸ πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· καὶ τὴν τοῦ Ἰωάννου φωνὴν τὸ Πρῶτός μου ἦν· καὶ Εἷς κύριος, δι' οὗ τὰ πάντα· καὶ Αὐτός ἐστι πρὸ πάντων· καί τινα τοῦ Ζαχαρίου φωνήν, ἣν ὡς βεβιασμένως πρὸς τὸν σκοπὸν τοῦτον ἐπισυρεῖσαν παρήσομεν. ἐγὼ τοίνυν, εἰ μὲν ἐλάνθανε διά τινος νοημάτων περιβολῆς ἡ τοῦ ἀτόπου κατασκευή, καλῶς ἂν περὶ τὸν ἔλεγχον τῶν κεκρυμμένων ἐσπούδαζον· ἐπεὶ δὲ διαρρήδην βοᾷ τὴν ἀσέβειαν, οὐκ οἶδα τί ἂν πλέον ἐκ τῶν ἡμετέρων γένοιτο λόγων. εἰ προαιώνιος ἡ σάρξ, εἰ πρὸ τοῦ Ἀβραὰμ γενέσθαι τῷ ἐκ Μαρίας ἦν, ἄρα πρεσβυτέρα τοῦ Ναχὼρ ἡ παρθένος· ἄρα καὶ πρὸ τοῦ Ἀδὰμ ἡ Μαρία.

Καίτοι τί τοῦτο λέγω; αὐτῆς, ὡς ἔοικε, προγενεστέρα τῆς τῶν ὄντων συστάσεως καὶ αὐτῶν τῶν αἰώνων ἀρχαιοτέρα. εἰ γὰρ ἐσαρκώθη μὲν ἐν τῇ παρθένῳ, ἡ δὲ σὰρξ Ἰησοῦς λέγεται, ἐκεῖνον δὲ πρὸ πάντων εἶναι διὰ τοῦ ἀποστόλου μαρτύρεται, ὡς ἔοικε, τῇ τοῦ πατρὸς ἀϊδιότητι συνεπινοεῖσθαι καὶ τὴν Μαρίαν ὁ γενναῖος κατασκευάζει. καὶ σιωπῶ τὰ λίαν ἀπεμ φαίνοντα, πρὸς ἃ κατὰ τὸ ἀκόλουθον ἡ ἀτοπία τῆς καινοφω νίας ἐκφέρεται· ἴδοι γὰρ ἂν ὁ ἀγχίνους ἐκ τοῦ ἀκολούθου τὸ ἄτοπον, κἂν μὴ τῇ λέξει τὴν ἀσχημοσύνην παραγυμνώσωμεν. Ἀλλὰ παραδράμωμεν τὴν τῶν νοημάτων τούτων δυσ ωδίαν, τοσοῦτον παρασημηνάμενοι μόνον ὅτι, εἰ προαιώνιος ἡ σάρξ, οὐ κεκένωται ἡ θεότης, οὐχ ὑπῆρχεν ἐν θεοῦ μορφῇ ὁ υἱός, οὐ μετημφιάσατο τὸ δουλικὸν πρόσωπον· ἀλλ' ὅπερ 3,1.149 ἦν τῇ φύσει, τοῦτο ἐφανερώθη νῦν, οὐκ ἐταπεινώθη. ἵλεως δὲ εἴη τῷ λόγῳ ὁ Λόγοςἀλλὰ σιωπῶ τὸ λειπόμενον. εἰ πρὸ πάντων ἡ σάρξ, ἐξ ἀσθενείας ἄρα τὰ πάντα, οὐκ ἐκ δυνάμεως· Τὸ γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. ἄρα εἰ καὶ μέχρι τούτου μόνον τὴν ἀτοπίαν ἵστησι, καὶ τίς οὐκ ἂν ἐκ τοῦ ἀκολούθου καὶ τὰ συνημμένα τούτοις κατανοήσειεν; πάντως γὰρ πάντα τὰ τῆς σαρκὸς ἰδιώματα συνεπινοήσει τῷ μετὰ τῆς