1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

10

τὴν ἐφ' ἑκάστῳ τῶν εἰς τοῦτο παρατεθέντων αὐτῷ θείων πεπλανημένην ὑπό ληψιν· τὰ γὰρ ἐκ τοῦ προχείρου ὄντα καταφανῆ περιττὸν ἂν εἴη διεξετάζοντα μηκύνειν τὸν λόγον. εἰς γὰρ μαρτυρίαν τοῦ ἀεὶ αὐτὸν ἐν σαρκί τε καὶ αἵματι εἶναι τὴν ἀποστολικὴν παρέθετο ῥῆσιν τὴν λέγουσαν δι' αὐτοῦ ἡμᾶς εἰληφέναι τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν διὰ τῆς σαρκὸς αὐτοῦὅπερ, ὅτι πρὸς ἑτέραν βλέπει διάνοιαν, οὐκ ἂν οἶμαί τινας τῶν νοῦν ἐχόντων ἀμφιβάλλειν. τίς γὰρ οὐκ οἶδε τὸ θεῖον μυστήριον, ὅτι ὁ 3,1.152 ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν ὡς ποιμὴν τὸ πεπλανημένον πρόβατον μέτεισιν; ἡμεῖς δὲ οἱ ἄνθρωποί ἐσμεν ἐκεῖνο τὸ πρόβατον, οἱ τῆς λογικῆς ἑκατοντάδος ἀποβουκοληθέντες διὰ τῆς ἁμαρτίας. καὶ λαμβάνει ἐπὶ τῶν ἰδίων ὤμων ὅλον τὸ πρόβατον· οὐδὲ γὰρ ἐν μέρει ἦν τοῦ προβάτου ἡ πλάνη, ἀλλ' ἐπειδὴ ὅλον ἀπεφοίτησε, καὶ ὅλον ἐπανάγεται· οὐχ ἡ μὲν δορὰ βαστάζεται, τὸ δὲ ἐντοσθίδιον καταλείπεται, καθὼς Ἀπολινάριος βούλεται. τοῦτο δὲ ἐν τοῖς ὤμοις τοῦ ποιμένος, τουτέστιν ἐν τῇ θεότητι τοῦ κυρίου γενόμενον ἓν πρὸς ἐκεῖνον διὰ τῆς ἀναλήψεως γίνεται. διὰ τοῦτο θέλων ἐπιζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, ἐπειδὴ εὗρε τὸ ζητού μενον, ἀνέλαβεν ἐφ' ἑαυτοῦ τὸ εὑρημένον· οὐ γὰρ ἔτι τοῖς ἰδίοις ποσὶ τοῖς πλανηθεῖσιν ἅπαξ ἐκινεῖτο τὸ πρόβατον, ἀλλ' ὑπὸ τῆς θεότητος ἐκομίζετο. διὰ τοῦτο τὸ μὲν φαινό μενον πρόβατον, τουτέστιν ἄνθρωπος, τὰ δὲ ἴχνη αὐτοῦ, κατὰ τὸ γεγραμμένον, οὐκ ἐγινώσκετο. οὐδὲν γὰρ ἁμαρτίας ἢ πλάνης ἴχνος τῷ ἀνθρωπίνῳ βίῳ ἐνεσημήνατο ὁ ἐφ' ἑαυτοῦ φέρων τὸ πρόβατον· ἀλλ' οἷα εἰκὸς ἦν θεοῦ ἴχνη διὰ τῆς τοῦ βίου πορείας ἐντυπωθῆναι, ταῦτα ἐφαίνετο, ἅτινα ἦν δι δασκαλίαι καὶ θεραπεῖαι καὶ νεκρῶν ζωοποιήσεις καὶ τὰ ἄλλα θαύματα. τοῦτο τοίνυν τὸ πρόβατον ἐφ' ἑαυτοῦ λαβὼν ὁ ποιμὴν ἓν πρὸς ἐκεῖνο ἐγένετο· διὰ τοῦτο καὶ τῇ τοῦ προβάτου φωνῇ τοῖς ποιμνίοις λαλεῖ. πῶς γὰρ ἂν ἐχώρησεν ἀνθρωπίνη ἀσθένεια θείας φωνῆς προσβολήν; ἀλλ' ἀνθρωπικῶς, ὡς δ' ἄν τις εἴποι προβατικῶς, ἡμῖν διαλέγεται λέγων Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει. ὁ οὖν ἀναλαβὼν ἐφ' ἑαυτοῦ τὸ πρόβατον ποιμὴν καὶ δι' ἐκείνου ἡμῖν φθεγγόμενος καὶ πρόβατόν ἐστι καὶ ποιμήν· ἐν μὲν τῷ ἀναληφθέντι πρόβατον· ἐν δὲ τῷ ἀνειληφότι ποιμήν.

Ἐπεὶ οὖν ἔδει τὸν καλὸν ποιμένα τὴν ψυχὴν ἑαυτοῦ θεῖναι ὑπὲρ τῶν προβάτων, ἵνα διὰ τοῦ ἰδίου θανάτου 3,1.153 καταλύσῃ τὸν θάνατον, τότε γίνεται τὸ συναμφότερον ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν τῇ ἀνθρωπίνῃ φύσει καὶ ἱερεὺς καὶ ἀμνὸς ἐν τῷ δυναμένῳ δέξασθαι τὴν κοινωνίαν τοῦ πάθους ἐνεργήσας τὸν θάνατον. ἐπειδὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ὁ θάνατος εἰ μὴ διάλυσις ψυχῆς τε καὶ σώματος, ὁ πρὸς ἀμφότερα ἑαυτὸν ἑνώσας, πρός τε τὴν ψυχήν φημι καὶ τὸ σῶμα, οὐθετέρου χωρίζεται (Ἀμεταμέλητα γὰρ τοῦ θεοῦ τὰ χαρίσματα, καθώς φησιν ὁ ἀπόστολος)· ἀλλὰ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ ἑαυτὸν ἐπιμερίσας διὰ μὲν τῆς ψυχῆς ἀνοίγει τῷ λῃστῇ τὸν παράδεισον, διὰ δὲ τοῦ σώματος ἵστησι τῆς φθορᾶς τὴν ἐνέργειαν· καὶ τοῦτό ἐστιν ἡ τοῦ θανάτου κατά λυσις, τὸ ἀνενέργητον γενέσθαι τὴν φθορὰν ἐν τῇ ζωοποιῷ φύσει ἀφανισθεῖσαν· τὸ γὰρ ἐπὶ τούτων γενόμενον κοινὴ τῆς φύσεως ἡμῶν εὐεργεσία καὶ χάρις γίνεται. καὶ οὕτω πάντα τὰ διεστῶτα συνάπτει διὰ τῆς ἀναστάσεως ὁ ἐν ἀμφοτέροις ὤν, ὁ κατ' ἐξουσίαν τὸ μὲν σῶμα διδοὺς τῇ καρδίᾳ τῆς γῆς, καθὼς γέγραπται, τὴν δὲ ψυχὴν ἀφ' ἑαυτοῦ τιθείς, ὡς μὲν πρὸς τὸν πατέρα φησὶν ὅτι Ἐν ταῖς χερσί σου παρατίθημι τὸ πνεῦμά μου, ὡς δὲ πρὸς τὸν λῃστὴν <ὅτι Σήμερον μετ' ἐμοῦ ἔσῃ> ἐν τῷ παραδείσῳ, ἀληθεύων δι' ἑκατέρων· οὐ γὰρ ἄλλοθί που πιστεύειν χρὴ τὴν θείαν ἐκείνην εἶναι διαγωγὴν ἥπερ παράδεισος λέγεται, εἰ μὴ ἐν τῇ πολυχώρῳ τοῦ πατρὸς παλάμῃ, καθώς φησι καὶ ὁ προφήτης πρὸς τὴν ἄνω Ἰερουσαλὴμ ἐκ προσώπου κυρίου τὸν λόγον ποιούμενος Ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη καὶ ἐνώπιόν μου εἶ διὰ παντός. οὕτω τοίνυν καὶ ἐν τῷ θανάτῳ γίνεται καὶ ὑπὸ τοῦ θανάτου οὐ κυριεύεται. τὸ μὲν γὰρ σύνθετον μερίζεται·