1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

13

λόγου, ὃ δ' οὖν κατασκευάζει, τοῦτό ἐστι· ∆ηλοῖ, φησί, διὰ τούτων ὁ προφητικὸς λόγος, ὅτι οὐ κατὰ τὴν σάρκα ὁμοούσιος τῷ θεῷ, ἀλλὰ κατὰ τὸ πνεῦμα τὸ ἡνωμένον τῇ σαρκί. πῶς τοίνυν ἑνοῦται σαρκὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ὁ σαρκώδης αὐτοῦ θεός, ὅτε οἱ αἰῶνες οὐκ ἦσαν οὐδὲ ἄλλο τι τῶν τῆς κτίσεως ἦν; ἡ δὲ σὰρξ πολλοστόν τε καὶ ἔσχατον τῶν ἐν τῇ κτίσει γεγονότων ἐστίν. ποίᾳ τοίνυν ἡνώθη σαρκὶ μήπω τῆς ἀνθρωπίνης φύσεως παρελθούσης εἰς γένεσιν; ἀλλ' ἑτέραν τινὰ οἶδε σάρκα παρὰ τὸν ἄνθρωπον. καὶ πῶς φησιν, ὅτι αὐτὸς ὁ ἄνθρωπος, ὁ λαλήσας ἡμῖν τὰ τοῦ πατρός, ἐκεῖνός ἐστι θεὸς ποιητὴς τῶν αἰώνων; τίς ἡμῖν ἑρμηνεύσει τῶν καινῶν τούτων αἰνιγμάτων τὴν ἀτοπίαν; ἄνθρωπος πρὸ τοῦ γενέσθαι ἄνθρωπον καὶ σὰρξ τῆς ἰδίας δημιουργίας προγενεστέρα καὶ προαιώνιον τὸ ἐπ' ἐσχάτων χρόνων γενό μενον καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ τὸν λόγον συγκεχυ μένως διέξεισιν.

Ἀλλ' ὁ μὲν λογογράφος κατὰ τὸ δοκοῦν ἐν ταῖς τῶν λογισμῶν ἀνοδίαις διαπλανάσθω· ἡμεῖς δὲ τὴν ἀποστολικὴν 3,1.159 διδασκαλίαν τὴν παρ' αὐτοῦ τούτου μνημονευθεῖσαν εἰς ἔλεγχον τῶν ἀσεβῶν ὑπολήψεων παραθέντες πρὸς τὰ ἑξῆς τοῦ λόγου δραμούμεθα. Ὃς ἐν μορφῇ θεοῦ, φησίν, ὑπάρχων. οὐκ εἶπε μορφὴν ἔχων ὁμοίαν θεοῦ, ὅπερ ἐπὶ τοῦ καθ' ὁμοίωσιν θεοῦ γεγονότος λέγεται, ἀλλ' ἐν αὐτῇ ὑπάρχων τοῦ θεοῦ τῇ μορφῇ· πάντα γὰρ τὰ τοῦ πατρὸς ἐν τῷ υἱῷ. οὐκοῦν καὶ τὸ ἀΐδιον καὶ τὸ ἄποσον καὶ τὸ ἄϋλον καὶ ἀσώ ματον, ὡς ἂν διὰ πάντων σῴζοιτο τοῦ πατρικοῦ χαρακτῆρος ἐν τῷ υἱῷ ἡ μορφή· καὶ ὢν ἴσα θεῷ. ποίαν ἡ ἰσότης διαφορᾶς τινος ἢ παραλλαγῆς ἔννοιαν ὑπολείπεται; πῶς δ' ἂν ἐφαρ μοσθείη τοῖς κατὰ τὴν φύσιν παρηλλαγμένοις τὸ ἴσον; εἰ γὰρ ὁ μὲν σαρκώδης τὴν φύσιν, ὁ δὲ καθαρεύων ἀπὸ σαρ κός, πῶς ἄν τις εἰς ἴσον ἄγοι τὸ τοιοῦτον τῷ μὴ τοιούτῳ; Ἐκένωσεν ἑαυτόν, φησί, μορφὴν δούλου λαβών. τίς ἡ δουλικὴ μορφή; πάντως τὸ σῶμα· οὐ γὰρ ἕτερόν τι παρὰ τοῦτο παρὰ τῶν πατέρων ἠκούσαμεν. οὐκοῦν ὁ εἰπὼν ὅτι μορφὴν ἔλαβε δούλου, σὰρξ δέ ἐστιν ἡ μορφή, ἄλλο τι ὄντα αὐτὸν κατὰ τὴν θείαν μορφήν, ἄλλο τι οὖσαν τῇ φύσει τὴν δουλικὴν μορφὴν εἰληφέναι λέγει. ἀλλὰ καὶ ἡ τοῦ ἐκένωσε λέξις σαφῶς παρίστησι τὸ μὴ ἀεὶ τοῦτο εἶναι, ὅπερ ἡμῖν ὤφθη, ἀλλ' εἶναι μὲν ἐν τῷ πληρώματι τῆς θεότητος ἴσα θεῷ ἀπρόσιτον καὶ ἀπροσπέλαστον καὶ μάλιστά γε τῇ βραχύτητι τῆς ἀνθρωπίνης οὐδενείας ἀχώρητον· χωρητὸν δὲ τῇ ἐπικήρῳ τῆς σαρκὸς φύσει τότε γενόμενον, ὅτε ἐκένωσε, καθώς φησιν ὁ ἀπόστολος, τὴν ἄφραστον αὐτοῦ τῆς θεότητος δόξαν καὶ τῇ βραχύτητι ἡμῶν συγκατεσμίκρυ νεν, ὥστε ὃ μὲν ἦν, μέγα καὶ τέλειον καὶ ἀπερίληπτον ἦν, ὃ δὲ ἔλαβεν, ἰσομέγεθες ἦν τῷ ἡμετέρῳ μέτρῳ τῆς φύσεως. Ἐν ὁμοιώματι γάρ, φησίν, ἀνθρώπου γενόμενος καὶ σχή ματι, ὡς οὐκ ἔχων δηλονότι ἐξ ἀρχῆς περὶ ἑαυτὸν τῆς τοιαύτης φύσεως τὸ ὁμοίωμα οὐδὲ πρός τινα σωματώδη τύπον σχηματι ζόμενος. πῶς γὰρ ἂν περιτυπωθείη τῷ ἀσωμάτῳ σχήματος 3,1.160 τύπος; ἀλλὰ τότε ἐν σχήματι γίνεται, ὅτε σχηματιζόμενος ἑαυτῷ περιτίθησιν. τοῦτο δέ ἐστιν ἡ τοῦ σώματος φύσις.

Εὑρεθεὶς τοίνυν ὡς ἄνθρωπος καὶ γὰρ καὶ ἄνθρωπος, εἰ καὶ μὴ δι' ὅλου ἄνθρωπος, ἀλλ' ὡς ἄνθρωπος διὰ τὸ κατὰ τὴν παρθενίαν μυστήριον, ὡς ἂν φανερὸν διὰ τοῦτο γένοιτο, ὅτι οὐ διὰ πάντων τοῖς νόμοις τῆς ἀνθρωπίνης ἐδούλευσε φύσεως, ἀλλὰ θεϊκῶς ἑαυτὸν εἰσοικίσας τῷ βίῳ καὶ μὴ δεηθεὶς τῆς ἐκ τοῦ γάμου συνεργίας πρὸς τὴν κατασκευὴν τοῦ ἰδίου πλάσματοςεὑρίσκεται οὐ διὰ πάντων κοινὸς ἄνθρωπος διὰ τὸ παρηλλαγμένον αὐτοῦ τῆς συστά σεως, ἀλλ' ὡς ἄνθρωπος. καὶ οὕτως ἐταπείνωσεν ἑαυτὸν ἀτρέπτως γενόμενος ἄνθρωπος. εἰ γὰρ ἀπ' ἀρχῆς τοῦτο ἦν, ἐν τίνι γέγονεν ἡ ταπείνωσις; νῦν δὲ ὁ ὕψιστος διὰ τῆς πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν ἑνώσεως ἑαυτὸν ἐταπείνωσεν. ἑνωθεὶς γὰρ τῇ μορφῇ τοῦ δούλου, ἣν ἔλαβε, καὶ ἓν πρὸς αὐτὴν γενόμενος, οἰκειοῦται τὰ τοῦ δούλου πάθη καὶ καθάπερ καὶ ἐν ἡμῖν γίνεται διὰ τῆς πρὸς τὰ μέλη συμφυΐας, <ὅτι>, ἐάν τι τῷ ἄκρῳ συμπέσῃ τοῦ ὄνυχος, τὸ πᾶν τῷ πεπονθότι συνδιατίθεται ἐφ' ὄλον τὸ σῶμα διηκούσης τῆς