1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

16

ἕτερος, τούτοις οὔτε ἡ φύσις κοινὴ οὔτε ἡ κλῆσις. ἄλλη πυρὸς οὐσία καὶ ὕδατος ἄλλη καὶ αἱ προσηγορίαι τῶν δύο διάφοροι· Πέτρος δὲ καὶ Παῦλος, ἐπειδὴ φύσις μία, καὶ τὸ ὄνομα τῆς οὐσίας κοινόν· ἄνθρωπος γὰρ τούτων ἑκάτερος. εἰ οὖν ἄλλο τι κατὰ τὴν οὐσίαν ἦν καὶ οὐκ ἄνθρωπος, ἀλλὰ μέχρι τοῦ φαινομένου κατὰ ἄν θρωπον ἐσχηματίζετο, τῇ δὲ ἀληθείᾳ κατὰ τὴν φύσιν παρ ήλλακτο, λεγέτω πάντα δόκησιν εἶναί τινα καὶ ἀπατηλὴν φαντασίαν, ψευδὴς κατ' αὐτὸν ἡ βρῶσις, ψευδὴς ὁ ὕπνος, ἀνύπαρκτα πάντα τὰ κατὰ τὰς ἰάσεις θαύματα, οὐ γέγονεν ὁ σταυρός, οὐχ ἡ ἐν μνημείῳ θέσις, οὐχ ἡ ἐκ τοῦ πάθους ἀνάστασις· ἀλλὰ δοκήσει μὲν τὰ πάντα ἐφαίνετο, ἦν δὲ κατὰ τὸν τοῦ λογογράφου λόγον τῶν φαινομένων οὐδέν. εἰ γὰρ ἄνθρωπος οὐκ ἦν, πῶς τὰ περὶ αὐτὸν ἱστορούμενα ἦν; πῶς δ' ἂν εἴποι τις εἶναι ἄνθρωπον τὸν τῆς ἀνθρωπίνης οὐσίας ἀλλότριον; οὐ γὰρ ἦν, φησίν, ὁμοούσιος τῷ ἀνθρώπῳ κατὰ τὸ κυριώτατον· ὁ δὲ τὸ κυριώτατον ἀφαιρῶν τοῦ ἀνθρώπου, τοῦτο δέ ἐστιν ὁ νοῦς, κτῆνος ἀπέδειξε τὸ λειπόμενον· τὸ δὲ κτῆνος οὐκ ἄνθρωπος. εἶτά φησι Ταπεινώσαντα ἑαυτὸν σαρκί, ὑπερυψωθέντα δὲ ὑπὸ θεοῦ τὴν θείαν ὕψωσιν. τουτὶ πάλιν τῶν προλαβόντων μετὰ ἀσεβείας ἀνοητότερον. ἄλλον φησὶ τεταπεινῶσθαι καὶ ἕτερον ὑπερυψῶ σθαι. ἡ σάρξ, φησί, τεταπείνωται, καίτοι οὐδὲν τοῦ ταπεινω 3,1.166 θῆναι προσδεομένη ἡ τὸ ταπεινὸν ἐκ φύσεως ἔχουσα, τὴν δὲ θεότητα ὑπερυψοῦσθαι λέγει· καὶ μὴν τὸ ὕψιστον ἀνεπιδεὲς τῆς ὑψώσεως· ποῦ τοίνυν ὑπερυψώθη ἡ θεότης ἡ τοῦ παντὸς ὑπερκειμένη καὶ ὑπερανεστῶσα πάσης ὑψώσεως; ἀλλὰ τὸ τῇ φύσει ταπεινὸν ὑψοῦται, κἂν ὁ λογογράφος μὴ βούληται, καθὼς μικρῷ πρόσθεν ὁ περὶ τούτων λόγος διῄρηται. Πάλιν κατὰ τοὺς ἐν ὕπνῳ παραφθεγγομένους ἀφεὶς τῆς κατασκευῆς τὸ ἀκόλουθον τοῖς ἡμετέροις λόγοις συγκέ χρηται καί, ἅπερ ἄν τις εἴποι τῶν ὑγιῶς φρονούντων περὶ τοῦ δόγματος, ταῦτα καὶ αὐτὸς τοῖς ἰδίοις καταμίγνυσι λόγοις. διακρίνει γὰρ τὸ δοξαζόμενον καὶ τὸν τὴν δόξαν ἔχοντα. ∆οξάζεται, γάρ φησιν, ὡς ἄνθρωπος· δόξαν δὲ ἔχει πρὸ τοῦ κόσμου ὡς θεὸς προϋπάρχων τῶν αἰώνων. μέχρι τούτων εὐγνωμονῶν. ἀλλ' εἰ μὲν τούτοις τὰ λεγόμενα παρ' αὐτοῦ περιώριστο, ἴσως ἄν τις αὐτὸν ἐκ μεταμελείας ᾠήθη πρὸς τὰς εὐσεβεστέρας ἐλθεῖν τῶν ὑπολήψεων· νυνὶ δὲ καθάπερ καμπτήν τινα τὴν ὑγιῆ ταύτην διάνοιαν τῷ λόγῳ περιοδεύσας πάλιν ἐπὶ τὸ τῆς πλάνης ἐπανατρέχει στάδιον καὶ πολλαῖς καθ' ἡμῶν λοιδορίαις χρησάμενος καὶ Ἰουδαίοις καὶ Ἕλλησι τὸ καθ' ἡμᾶς παρισώσας αὖθις ἐπαναλαμβάνει τῷ λόγῳ τὸν ἔμετον, ὃν ἐν τοῖς προλαβοῦσι φθάσας ἐξήμεσε, τὴν προαιώνιον σάρκα διὰ τῆς ματαιότητος τῶν λόγων τῷ Χριστῷ περιπλάσσων καὶ λέγων νοῦν ἔνσαρκον ὄντα τὸν υἱὸν ἐκ γυναικὸς τεχθῆναι οὐκ ἐν τῇ παρθένῳ σάρκα γενόμενον, ἀλλὰ παροδικῶς δι' αὐτῆς διεξελθόντα, οἷος πρὸ τῶν αἰώνων ἦν, τότε φανερωθῆναι αὐτὸ τὸ φαινόμενον σάρκινον ὄντα θεὸν ἤ, καθὼς αὐτὸς ὀνομάζει, ἔνσαρκον νοῦν. διό φησιν αὐτὸν κύριον δόξης τὸν ἐσταυρωμένον κατονομάζεσθαι καὶ κύριον δυνάμεων παρὰ τῆς προφητείας λέγεσθαι καὶ τὰς αὐθεντικὰς ἐκείνας καὶ δεσποτικὰς ποιεῖσθαι φωνάς, τὸ Ἐγὼ λέγω σοι καὶ Ἐγὼ ἐπιτάσσω σοι καὶ Ἐργάζομαι ἐγὼ καὶ ὅσα ἄλλα τῆς 3,1.167 ὑψηλοτέρας ἐμφάσεως ἔχεται. τί οὖν ὁ γεννάδας; ποῦ θήσει τὴν θηλήν, τὰ σπάργανα, τὴν ἐπίρρυτον ζωὴν καὶ ἀπόρρυτον, τὴν κατ' ὀλίγον τοῦ σώματος αὔξησιν, τὸν ὕπνον, τὸν κόπον, τὴν τῶν γονέων ὑποταγήν, τὴν ἀδημονίαν, τὴν λύπην, τὴν ἐπιθυμίαν τοῦ πάσχα, τὴν τοῦ ὕδατος αἴτησιν, τὴν μετουσίαν τῆς βρώσεως, τὰ δεσμά, τὰ ῥαπίσματα, τὰς ἐκ μαστίγων πληγάς, τὴν ἐπὶ τῆς κεφαλῆς ἀκανθοφορίαν, τὴν τοῦ κοκκίνου περιβολήν, τὴν διὰ τοῦ καλάμου ὕβριν, τὴν χολήν, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, τὴν σινδόνα, τὸν ἐνταφιασμόν, τὸ μνημεῖον, τὸν λίθον; πῶς ταῦτα συναρτήσει τῷ θεῷ; εἰ γὰρ ὁ ἔνσαρκος αὐτοῦ θεός, ὅπερ διὰ τῆς Μαρίας ὤφθη, τοῦτο πάντοτε ἦν καὶ τὸ φαινόμενον θεότης ἦν, πάντα ταῦτα ἡ θεότης πάσχει, θηλάζει, σπαργανοῦται, τρέφεται, κοποῦ, αὔξεται, πληροῦται,